Ancient Greek
10.35 to 10.51
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 10.35-51
Not analysed yet
Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ · Διδάσκαλε ,θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν . ὁ δὲ εἶπεν αὐτοῖς · Τί θέλετε ποιήσω ὑμῖν ; οἱ δὲ εἶπαν αὐτῷ · Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου . ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Οὐκ οἴδατε τί αἰτεῖσθε · δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω ,ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι ; οἱ δὲ εἶπαν αὐτῷ · Δυνάμεθα . ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε ,τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι ,ἀλλ’ οἷς ἡτοίμασται . Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου . καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς · Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν . οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν · ἀλλ’ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν ,ἔσται ὑμῶν διάκονος ,καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ,ἔσται πάντων δοῦλος · καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν . Καὶ ἔρχονται εἰς Ἰεριχώ . καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν . καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν · Υἱὲ Δαυὶδ Ἰησοῦ ,ἐλέησόν με . καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ · ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν · Υἱὲ Δαυίδ ,ἐλέησόν με . καὶ στὰς ὁ Ἰησοῦς εἶπεν · Φωνήσατε αὐτόν . καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ · Θάρσει ,ἔγειρε ,φωνεῖ σε . ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν . καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν · Τί σοι θέλεις ποιήσω ; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ · Ραββουνι ,ἵνα ἀναβλέψω .