Ancient Greek · ~8 min
13.19 to 13.36
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 13.19-36
Not analysed yet
ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται . καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας ,οὐκ ἂν ἐσώθη πᾶσα σάρξ . ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας . καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ · Ἴδε ὧδε ὁ χριστός ,Ἴδε ἐκεῖ ,μὴ πιστεύετε · ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς · ὑμεῖς δὲ βλέπετε · προείρηκα ὑμῖν πάντα . Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται ,καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς ,καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες ,καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται . καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης · καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ . Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν · ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα ,γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν · οὕτως καὶ ὑμεῖς ,ὅταν ἴδητε ταῦτα γινόμενα ,γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις . ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται . ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται ,οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται . Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν ,οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός ,εἰ μὴ ὁ πατήρ . βλέπετε ἀγρυπνεῖτε ,οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν · ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν ,ἑκάστῳ τὸ ἔργον αὐτοῦ ,καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ . γρηγορεῖτε οὖν ,οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται ,ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ ,μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας ·