Ancient Greek
16.1 to 16.17
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 16.1-17
Not analysed yet
Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν . καὶ λίαν πρωῒ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου . καὶ ἔλεγον πρὸς ἑαυτάς · Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου ; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος ,ἦν γὰρ μέγας σφόδρα . καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν ,καὶ ἐξεθαμβήθησαν . ὁ δὲ λέγει αὐταῖς · Μὴ ἐκθαμβεῖσθε · Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον · ἠγέρθη ,οὐκ ἔστιν ὧδε · ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν · ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν · ἐκεῖ αὐτὸν ὄψεσθε ,καθὼς εἶπεν ὑμῖν . καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου ,εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις · καὶ οὐδενὶ οὐδὲν εἶπαν ,ἐφοβοῦντο γάρ . ⟦Πάντα δὲ τὰ παρηγγελμένα τοῖς περὶ τὸν Πέτρον συντόμως ἐξήγγειλαν . μετὰ δὲ ταῦτα καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ ἀνατολῆς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι’ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτον κήρυγμα τῆς αἰωνίου σωτηρίας . ἀμήν . ⟧⟦Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ ,παρ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια . ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ’ αὐτοῦ γενομένοις πενθοῦσι καὶ κλαίουσιν · κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν . Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευομένοις εἰς ἀγρόν · κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς · οὐδὲ ἐκείνοις ἐπίστευσαν . Ὕστερον δὲ ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη ,καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν . καὶ εἶπεν αὐτοῖς · Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει . ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται ,ὁ δὲ ἀπιστήσας κατακριθήσεται . σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει ,ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν ,γλώσσαις λαλήσουσιν καιναῖς ,