Ancient Greek
5.37 to 5.43
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 5.37-43
Not analysed yet
καὶ οὐκ ἀφῆκεν οὐδένα μετ’ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου . καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου ,καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά ,καὶ εἰσελθὼν λέγει αὐτοῖς · Τί θορυβεῖσθε καὶ κλαίετε ; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει . καὶ κατεγέλων αὐτοῦ . αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ ,καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον · καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ · Ταλιθα κουμ ,ὅ ἐστιν μεθερμηνευόμενον · Τὸ κοράσιον ,σοὶ λέγω ,ἔγειρε . καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει ,ἦν γὰρ ἐτῶν δώδεκα . καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ . καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο ,καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν .