Ancient Greek · ~3 min
6.50 to 6.56
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 6.50-56
Not analysed yet
πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν . ὁ δὲ εὐθὺς ἐλάλησεν μετ’ αὐτῶν ,καὶ λέγει αὐτοῖς · Θαρσεῖτε ,ἐγώ εἰμι ,μὴ φοβεῖσθε . καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον ,καὶ ἐκόπασεν ὁ ἄνεμος . καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο ,οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις ,ἀλλ’ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη . Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν . καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν . καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας ,καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται · καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο .