Ancient Greek · ~8 min
16.1 to 16.18
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 16.1-18
Not analysed yet
Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς . ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς · Ὀψίας γενομένης λέγετε · Εὐδία ,πυρράζει γὰρ ὁ οὐρανός · καὶ πρωΐ · Σήμερον χειμών ,πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός . τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν ,τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε . Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ ,καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ . καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν . Καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν . ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων . οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν . γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν · Τί διαλογίζεσθε ἐν ἑαυτοῖς ,ὀλιγόπιστοι ,ὅτι ἄρτους οὐκ ἐλάβετε . οὔπω νοεῖτε ,οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε ; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε ; πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν ; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων . τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τῶν ἄρτων ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων . Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων · Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου ; οἱ δὲ εἶπαν · Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν ,ἄλλοι δὲ Ἠλίαν ,ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν . λέγει αὐτοῖς · Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν · Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος . ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ · Μακάριος εἶ ,Σίμων Βαριωνᾶ ,ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς · κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος ,καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν ,καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς ·