# Evangelium secundum Matthaeum 2.1-15

New Testament, Evangelium secundum Matthaeum, 2.1 to 2.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/evangelium-secundum-matthaeum/2.1

Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως , ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες · Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων ; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ . ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ , καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται . οἱ δὲ εἶπαν αὐτῷ · Ἐν Βηθλέεμ τῆς Ἰουδαίας · οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου · Καὶ σύ , Βηθλέεμ γῆ Ἰούδα , οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα · ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος , ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ . Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος , καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν · Πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου · ἐπὰν δὲ εὕρητε , ἀπαγγείλατέ μοι , ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ . οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν , καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς , ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον . ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα . καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ , καὶ πεσόντες προσεκύνησαν αὐτῷ , καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα , χρυσὸν καὶ λίβανον καὶ σμύρναν . καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν . Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων · Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον , καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι · μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό . ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον , καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου · ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος · Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου .

---

NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg001.local001/.
