Ancient Greek · ~2 min
23.36 to 23.39
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 23.36-39
Not analysed yet
ἀμὴν λέγω ὑμῖν ,ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην . Ἰερουσαλὴμ Ἰερουσαλήμ ,ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν —ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ,ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας ,καὶ οὐκ ἠθελήσατε ; ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος . λέγω γὰρ ὑμῖν ,οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε · Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου .