# Evangelium secundum Matthaeum 26.39-54

New Testament, Evangelium secundum Matthaeum, 26.39 to 26.54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/evangelium-secundum-matthaeum/26.39

καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων · Πάτερ μου , εἰ δυνατόν ἐστιν , παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο · πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ . καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας , καὶ λέγει τῷ Πέτρῳ · Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ ; γρηγορεῖτε καὶ προσεύχεσθε , ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν · τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής . πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων · Πάτερ μου , εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω , γενηθήτω τὸ θέλημά σου . καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας , ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι . καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν . τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς · Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε · ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν . ἐγείρεσθε ἄγωμεν · ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με . Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ . ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων · Ὃν ἂν φιλήσω αὐτός ἐστιν · κρατήσατε αὐτόν . καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν · Χαῖρε , ῥαββί · καὶ κατεφίλησεν αὐτόν . ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ · Ἑταῖρε , ἐφ’ ὃ πάρει . τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν . καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον . τότε λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς , πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται · ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου , καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων ; πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι ;

---

NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg001.local001/.
