# Evangelium secundum Matthaeum 27.21-40

New Testament, Evangelium secundum Matthaeum, 27.21 to 27.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/evangelium-secundum-matthaeum/27.21

ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς · Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν ; οἱ δὲ εἶπαν · Τὸν Βαραββᾶν . λέγει αὐτοῖς ὁ Πιλᾶτος · Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν ; λέγουσιν πάντες · Σταυρωθήτω . ὁ δὲ ἔφη · Τί γὰρ κακὸν ἐποίησεν ; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες · Σταυρωθήτω . Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων · Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου · ὑμεῖς ὄψεσθε . καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν · Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν . τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν , τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ . Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν . καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ , καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ , καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες · Χαῖρε , βασιλεῦ τῶν Ἰουδαίων , καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ . καὶ ὅτε ἐνέπαιξαν αὐτῷ , ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι . Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα · τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ . Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ , ὅ ἐστιν Κρανίου Τόπος λεγόμενος , ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον · καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν . σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον , καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ . καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην · Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων . Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί , εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων . οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες · Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν , σῶσον σεαυτόν · εἰ υἱὸς εἶ τοῦ θεοῦ , κατάβηθι ἀπὸ τοῦ σταυροῦ .

---

NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg001.local001/.
