Ancient Greek · ~3 min
27.60 to 27.66
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 27.60-66
Not analysed yet
καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ ,καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν . ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου . Τῇ δὲ ἐπαύριον ,ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν ,συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες · Κύριε ,ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν · Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι · κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας ,μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ · Ἠγέρθη ἀπὸ τῶν νεκρῶν ,καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης . ἔφη αὐτοῖς ὁ Πιλᾶτος · Ἔχετε κουστωδίαν · ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε . οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας .