Ancient Greek
4.1 to 4.18
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 4.1-18
Not analysed yet
Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος ,πειρασθῆναι ὑπὸ τοῦ διαβόλου . καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν . καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ · Εἰ υἱὸς εἶ τοῦ θεοῦ ,εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται . ὁ δὲ ἀποκριθεὶς εἶπεν · Γέγραπται · Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος ,ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ . Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν ,καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ ,καὶ λέγει αὐτῷ · Εἰ υἱὸς εἶ τοῦ θεοῦ ,βάλε σεαυτὸν κάτω · γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε ,μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου . ἔφη αὐτῷ ὁ Ἰησοῦς · Πάλιν γέγραπται · Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου . Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν ,καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν καὶ εἶπεν αὐτῷ · Ταῦτά σοι πάντα δώσω ,ἐὰν πεσὼν προσκυνήσῃς μοι . τότε λέγει αὐτῷ ὁ Ἰησοῦς · Ὕπαγε ,Σατανᾶ · γέγραπται γάρ · Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις . τότε ἀφίησιν αὐτὸν ὁ διάβολος ,καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ . Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν . καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ · ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος · Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ ,ὁδὸν θαλάσσης ,πέραν τοῦ Ἰορδάνου ,Γαλιλαία τῶν ἐθνῶν ,ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδεν μέγα ,καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς . Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν · Μετανοεῖτε ,ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν . Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς ,Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ ,βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν ,ἦσαν γὰρ ἁλιεῖς ·