Ancient Greek · ~2 min
11.54 to 11.57
NOVUM TESTAMENTUM, Gospel of John 11.54-57
Not analysed yet
Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις ,ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου ,εἰς Ἐφραὶμ λεγομένην πόλιν ,κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν . Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων ,καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς . ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες · Τί δοκεῖ ὑμῖν ; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν ; δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ ,ὅπως πιάσωσιν αὐτόν .