Ancient Greek · ~9 min
17.1 to 17.15
NOVUM TESTAMENTUM, Gospel of John 17.1-15
Not analysed yet
Ταῦτα ἐλάλησεν Ἰησοῦς ,καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν · Πάτερ ,ἐλήλυθεν ἡ ὥρα · δόξασόν σου τὸν υἱόν ,ἵνα ὁ υἱὸς δοξάσῃ σέ ,καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός ,ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον . αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν . ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς ,τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω · καὶ νῦν δόξασόν με σύ ,πάτερ ,παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί . Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου . σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ἔδωκας ,καὶ τὸν λόγον σου τετήρηκαν . νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν · ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς ,καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον ,καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας . ἐγὼ περὶ αὐτῶν ἐρωτῶ · οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι ,ὅτι σοί εἰσιν ,καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά ,καὶ δεδόξασμαι ἐν αὐτοῖς . καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ ,καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν ,κἀγὼ πρὸς σὲ ἔρχομαι . πάτερ ἅγιε ,τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι ,ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς . ὅτε ἤμην μετ’ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι ,καὶ ἐφύλαξα ,καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας ,ἵνα ἡ γραφὴ πληρωθῇ . νῦν δὲ πρὸς σὲ ἔρχομαι ,καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς . ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου ,καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς ,ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου . οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ .