# Fragmenta 10.1

Numenius of Apamea, Fragmenta, Fragment 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/numenius-of-apamea/fragmenta/10.1

10 Τὸν μέλλοντα δὲ συνήσειν θεοῦ πέρι πρώτου καὶ δευτέρου χρὴ πρότερον διελέσθαι ἕκαστα ἐν τάξει καὶ ἐν εὐθημοσύνῃ τινί· κἄπειτα ἐπὰν ᵃ δοκῇ ἤδη εὖ ἔχειν, τότε καὶ δεῖ ἐπιχειρεῖν εἰπεῖν κοσμίως, ἄλλως δὲ μή. Ἤ τῷ πρωϊαίτερον ᵇ πρὶν τὰ πρῶτα γενέσθαι ἁπτομένῳ σποδὸς ὁ θησαυρὸς γίνεσθαι λέγεται. Μὴ δὴ πάθωμεν ἡμεῖς ταὐτόν· θεὸν δὲ προσκαλεσάμενοι ᶜ, ἑαυτοῦ γνώμονα γενόμενον τῷ λόγῳ, δεῖξαι θησαυρὸν φροντίδων, ἀρχώμεθα ᵈ οὕτως. Εὐκτέον μὲν ἤδη, ᵉ διελέσθαι δὲ δεῖ. Ὁ θεὸς ὁ μὲν πρῶτος ἐν ἑαυτῷ ὤν ἐστιν ἁπλοῦς, διὰ τὸ ἑαυτῷ συγγινόμενος δι’ ὅλου, μήποτε εἶναι διαιρετός. Ὁ θεὸς μέντοι ὅ δεύτερος καὶ τρίτος ἐστὶν ᶠ εἷς· συμφερόμενος δὲ τῇ ὕλῃ δυάδι οὔσῃ, ἑνοῖ μὲν αὐτήν, σχίζεται δὲ ὑπ’ αὐτῆς, ἐπιθυμητικὸν εἶδος ἐχούσης καὶ ῥεούσης. Τῷ οὖν μὴ εἶναι πρὸς τῷ νοητῷ, ἦν γὰρ ἂν πρὸς ἑαυτῷ, διὰ τὸ τὴν ὕλην βλέπειν, ταύτης ἐπιμελούμενος, ἀπερίοπτος ἑαυτοῦ γίγνεται. Καὶ ἅπτεται τοῦ αἰσθητοῦ καὶ περιέπει, ἀνάγει τε ἔτι εἰς τὸ ἴδιον ἦθος, ἀπορεγόμενοςᵍ τῆς ὕλης. Καὶ μεθ’ ἕτερά φησι· καὶ γὰρ οὔτιʰ δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον, καὶ τοῦ δημιουργοῦντος δὲ θεοῦ χρὴ νομίζειν πατέρα, τὸν πρῶτον θεόν. Εἰ μὲν οὖν περὶ τοῦ δημιουργοῦ ζητοῖμεν, φάσκοντες δεῖν τὸν πρότερον ὑπάρξαντα, οὕτως ἂν ποιεῖν ἔχειν διαφερόντως, οἰκεία ἡ πρόσοδος αὕτη γεγονυῖα ἂν εἴη τοῦ λόγου. Εἰ δὲ περὶ τοῦ δημιουργοῦ μή ἐστιν ὁ λόγος, ζητοῦμεν δὲ περὶ τοῦ πρώτου, ἀφοσιοῦμαί τε τὰ λεχθέντα, καὶ ἔστω μὲν ἐκεῖνα ἄῤῥητα μέτειμι δὲ ἑλεῖν τὸν λόγον, ἑτέρωθεν θηράσας. Πρὸ μέντοι τοῦ λόγου τῆς ἁλώσεως διομολογησώμεθα ἡμῖν αὐτοῖς, ὁμολογίαν οὐκ ἀμφισβητήσιμον ἀκοῦσαι, τὸν μὲν πρῶτον θεὸν ἀργὸν εἶναι ἔργων ξυμπάντων καὶ βασιλέα, τὸν δημιουργικὸν δὲ θεὸν ἡγεμονεῖν, δι’ οὐρανοῦ ἰόντα. Διὰ δὲ τούτου καὶ ὁ στόλος ἡμῖν ἐστι, κάτω τοῦ νοῦ πεμπομένου ἐν διεξόδῳ, πᾶσι τοῖς κοινωνῆσαι συντεταγμένοις. Βλέποντος μὲν οὖν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ, συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα, κηδευόμενα τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ, ταῦτα μὲν ἀποσβέννυσθαι, τὸν δὲ νοῦν ζῆν, βίου ἐπαυρόμενον εὐδαίμονος. Ταῦτα ὁ Νουμήνιος. Σὺ δέ γε παράθες αὐτοῖς τὰ ἀπὸ τῆς τοῦ Δαβὶδ προφητείας πάλαι παρ’ Ἑβραίοις τοῦτον δομένα τὸν τρόπον· ὡςˡ ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· πάντα πρὸς σὲᵐ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον. Δόντος σοῦ αὐτοῖς συλλέξουσιν· ἀνοίξαντος δὲ σοῦ τὴν χεῖρα, τὰ πάντα πληρωθήσεται χρηστότητος. ’Aποστρέψαντος δὲ σοῦ τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Τί γὰρ ταῦτα διαφέροι ἂν τῆς φασκούσης τοῦ φιλοσόφου διανοίας, ὡς ἄρα βλέποντος μὲν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ, συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδευόμενα τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ, ταῦτα ἀποσβέννυσθαι; πάλιν δ’ αὖ τοῦ Σωτηρίου λόγου ᵒ παρ’ ἡμῖν φάντος, ἐγώ εἰμι ἡ ἄμπελος, ὁ πατήρ μου ὁ γεωργός, ὑμεῖς τὰ κλήματα· ὁ Νουμήνιος ἐπάκουσον οἷα περὶ τοῦ δευτέρου αἰτίου θεολογεῖ. Ὥσπερ δὲ πάλιν λόγος ἐστὶ γεωργῷ πρὸς τὸν φυτεύονταᵖ ἀναφερόμενος· τὸν αὐτὸν λόγον μάλιστα ἔχειq ὁ πρῶτος θεὸς πρὸς τὸν δημιουργόν. Ὁ μέν γε ὢν σπέρμα πάσης ψυχῆς, σπείρει εἰς τὰ μεταλαγχάνοντα αὐτοῦ χρήματα σύμπαντα· ὁ νομοθέτης δὲ φυτεύει καὶ διανέμει, καὶ μεταφυτεύει εἰς ἡμᾶς ἑκάστους, τὰ ἐκεῖθεν προκαταβεβλημένα. Καὶ ἑξῆς δὲ πάλιν περὶ τοῦ πῶς ἀπὸ τοῦ πρώτου αἰτίου τὸ δεύτερον ὑπέστη, τοιάδε φησίν· ὁπόσα δὲ δοθέντα, μέτεισι πρὸς τὸν λαμβάνοντα, ἀπελθόντα ἐκ τοῦ δεδωκότος, οἷα δή ἐστιʳ θεραπεία, χρήματα, νόμισμα κοῖλον, ἐπίσημον· ταυτὶ μὲν οὖν ἐστι θνητὰ καὶ ἀνθρώπινα. Τὰ δὲ θεῖά ἐστιν, οἷα μεταδοθέντα, ἐνθένδ’ ἐκεῖθι γεγενημένα, ἐνθένδε τε οὐκ ἀπελήλυθε· κἀκεῖθι γενόμενα τὸν· μὲν ὤνησε, τὸν δ’ οὐκ ἔβλαψε, καὶ προσώνησε τῇ περὶ ὧν ἠπίστατο ἀναμνήσει. Ἔστι δὲ τοῦτο τὸ καλὸν χρῆμα, ἐπιστήμη ἡ καλή, ἧς ὤνατο μὲν ὁ λαβών, οὐκ ἀπολείπεται δ’ αὐτῆς ὁ δεδωκώς. Οἷον ἂν ἴδοις ἐξαφθέντα ἀφ’ ἑτέρου λύχνου λύχνον, φῶς ἔχοντα, ὃ μὴ τὸν πρότερον ἀφείλετο, ἀλλὰ τῆς ἐν αὐτῷ ὕλης πρὸς τὸ ἐκείνου πῦρ ἐξαφθείσης. Τοιοῦτον τὸ χρῆμά ἐστι τὸ τῆς ἐπιστήμης, ἢ δοθεῖσα καὶ ληφθεῖσα παραμένει μὲν τῷ δεδωκότι, σύνεστι δὲ τῷ λαβόντι ἡ αὐτή. Τούτου δὲ τὸ αἴτιον, ὦ ξένε, οὐδέν ἐστιν ἀνθρώπινον· ἀλλ’ ὅτι ἕξις τε καὶ οὐσία ἡ ἔχουσα τὴν ἐπιστήμην, ἡ αὐτή ἐστι παρὰ τῷ δεδωκότι θεῷ, καὶ παρὰ τῷ εἰληφότι ἐμοὶ καὶ σοί. Διὸ καὶ ὁ Πλάτων τὴν σοφίαν ὑπὸ Προμηθέως ἐλθεῖν εἱς ἀνθρώπους, μετὰ φανωτάτου τινὸς πυρὸς ἔφη. Καὶ πάλιν ὑποβὰς ἔξῆς φησιν· εἰσὶ δ’ οὗτοι βίοι, ὁ μὲν πρώτου, ο δὲ δευτέρου θεοῦ. Δηλονότι ὁ μὲν πρῶτος θεός ἐστιν ἑστώςˢ, ὁ δὲ δεύτερος ἔμπαλίν ἐστι κινούμενος. Ὁ μὲν οὖν πρῶτος περὶ νὰ νοητά, ὀ δὲ δεύτερος περὶ τὰ νοητὰ καὶ αἰσθητά. Μὴ θαυμάσης δ’ εἰ τοῦτ’ ἔφην, πολὺ γὰρ ἔτι θαυμαστότερον ἀκούσῃ. Ἀντὶ γὰρ τῆς προσούσης τῷ δευτέρῳ κινήσεως, τὴν προσοῦσαν τῷ πρώτῳ στάσιν φημὶ εἶναι κίνησιν σύμφυτον· ἀφ’ ἦς ἥ τε τάξις τοῦ κόσμου, καὶ ἡ μονὴ ἡ ἀΐδιος, καὶ ἡ σωτηρία ἀναχεῖται εἰς τὰ ὅλα. Ἐπὶ τούτοις καὶ ἐν τῷ ἕκτῳ προστίθησι ταῦτα· ἐπειδὴ ᾔδει ὁ Πλάτων παρὰ τοῖς ἀνθρώποις τὸν μὲν δημιουργὸν γινωσκόμενον μόνον, τὸν μέντοι πρῶτον νοῦν, ὅστις καλεῖται, αὐτὸν παντάπασιν ἀγνοούμενον παρ’ αὐτοῖς, διὰ τοῦτο οὕτως εἶπεν, ὥσπερ ἂν εἴ τις οὕτω λέγοι· ἄνθρωποι, ὃν τοπάζετε ὑμεῖς νοῦν, οὐκ ἔστι πρῶτος, ἀλλὰ ἕτερος πρὸ τούτου νοῦς, πρεσβύτερος καὶ θειότερος. Καὶ μεθ’ ἕτερα ἐπιλέγει· κυβερνήτης μέν που ἐν μέσῳ πελάγει φορούμενος, ὑπὲρ πηδαλίου ὑψίζυγος, τοῖς οἴαξι διιθύνει τὴν ναῦν ἐφεζόμενος· ὄμματα δ’ αὐτοῦ καὶ νοῦς, εὐθὺ τοῦ αἰθέρος ξυντέταται πρὸς τὰ μετάρσια, καὶ ἡ ὁδὸς αὐτῷ ἄνω δι’ οὐρανοῦ ἄπεισι, πλέοντι κάτω κατὰ τὴν θάλατταν· οὕτω καὶ ὁ δημιουργός, τὴν ὕλῆν, τοῦ μήτε διακρουσθῆναι ᵘ, μήτε περιπλανηθῆναι αὐτήν, ἁρμονίᾳ ξυνδησάμενος, αὐτὸς μὲν ὑπὲρ ταύτης ἵδρυται, οἷον ὑπὲρ νεώς, ἐπὶ θαλάττης, τῆς ὕλης· τὴν ἁρμονίαν δὲ ἰθύνειν, ταῖς ἰδέαις οἰακίζων, βλέπει τε ἀντὶ τοῦ οὐρανοῦ εἰς τὸν ἄνω θεὸν προσαγόμενον αὐτοῦ τὰ ὄμματα, λαμβάνει τε τὸ μὲν κριτικὸν ἀπὸ τῆς θεωρίας, τὸ δὲ ὁρμητικὸν ἀπὸ τῆς ἐφέσεως. Καὶ ὁ Σωτήριος παρ’ ἡμῖν λόγος, Οὐδέν ᵛ, φησι, δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα. Ἀλλὰ γὰρ τοσαῦτα καὶ περὶ τοῦδε ὁ Νουμήνιος.

---

Numenius of Apamea, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1542.tlg001.local001/.
