# Fragmenta 4.1

Numenius of Apamea, Fragmenta, Fragment 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/numenius-of-apamea/fragmenta/4.1

4 Καρνεάδης δὲ ἐκδεξάμενος παρήγησιν ᵃ, οὗ χρεὼν φυλάξαι ὅσα ἀκίνητα καὶ ὅσα κεκινημένα ἦν, τούτου μὲν ἠμέλει· εἰς δ’ Ἀρκεσίλαον, εἴτ’ οὖν ἀμείνω, εἴτε καὶ φαυλότερα ἦν ἐπανενεγκών, διὰ μακροῦ τὴν μάχην ἀνενέαζε. Καὶ ἑξῆς ἐπιλέγει, ἦγε δ’ οὖν καὶ οὗτος καὶ ἐπέφερεν ᵇ, ἀντιλογίας τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων, ἐξαρνητικός τε καὶ ᶜ καταφαντικὸς ἦν, κἀμφοτέρωθεν ἀντιλογικός. Εἰ δέ που ᵈ ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγείρετο λάβρος, οἷον ποταμὸς ῥοώδης, σφοδρῶς ῥέων, πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τὰ κεῖθι, καὶ εἰσέπιπτε, καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου. Τοιγαροῦν ἀπάγων τοὺς ἄλλους, αὐτὸς ἔμενεν ἀνεξαπάτητος, ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. Ἐκεῖνος γὰρ περιεχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας, ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ᾐσθῆσθαι, πεπεῖσθαι δ’ ἀληθῆ εἶναι, ἃ λέγει διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων. Κακὸν δὲ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ· μὴ χαλάσας τι σμικρόν, ὑφ’ οὗ οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας, τοῦ εἶναι τόδε τι ζῷον, ἢ μὴ ζῷον εἶναι. Τοῦτο οὖν ὑπανείς, ὥσπερ οἱ ἀναχάζοντες θῆρες, βιαιότερον, καὶ μᾶλλον ἑαυτοὺς ἱεῖσιν εἰς τὰς αἰχμάς, καὐτὸς ἐνδοὺς δυνατώτερον ἐπῆλθεν. Ἐπεὶ δὲ ὑποσταίη ᵉ τε καὶ εὖ ἔχοι, τηνικαῦτα ἤδη καὶ οὗ προὐδέδοκτο καὶ ἐμέμνητο, ἑκὼν ἠμέλει ᶠ. Τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος τῆς ζητήσεως τρόπῳ, παλαιστοῦ δεινοῦ λαβὴν δούς, περιεγένετο ἔνθεν. Κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχών, οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. Ἦν γοῦν λῃστὴς καὶ γόης σοφώτερος. Παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον, καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἶναι, οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου, ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ. Ἦν οὔν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ὠοῦ κηρίνου πρὸς τὸ ἀληθινὸν ὠόν. Συνέβαινεν οὖν τὰ κακά, καὶ πλείω. Καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίζετο. Ἦν δὲ κλέπτων μὲν ἀφανής, φαινόμενος δὲ λῃστής, αἱρῶν δὲ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ σφόδρα παρεσκευασμένους. Πᾶσα γοῦν Καρνεάδου διάνοια ἐνίκα, καὶ οὐδεμία ἡτισοῦν ἄλλως· ἐπεὶ καὶ οἷς ἐπολέμει, ἦσαν εἰπεῖν ἀδυνατώτεροι. Αντίπατρος γοῦν ὁ κατ’ αὐτὸν γενόμενος, ἔμελλε μὲν ἀγωνιῶν ᶠᶠ τι γράφειν· πρὸς δ’ οὖν τοὺς ἀπὸ Καρνεάδου καθ’ ἡμέραν ἀποφερομένους λόγους οὔποτε ἐδημοσίευσεν, οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις, οὐδὲ εἶπεν, οὐδὲ ἐφθέγξατο, οὐδ’ ἥκουσέ τις αὐτοῦ, φασίν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο, καὶ γωνίαν λαβών, βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὐδὲ νῦν ᵍ δυνάμενα, καὶ τότε ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα, καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην. Ὅμῶς δέ, καίτοι καὐτὸς ὑπὸ Στωϊκῆς φιλονεικίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους δι’ ἀποῤῥήτων ὡμολόγει τε καὶ ἠλήθευε ʰ, καὶ ἀπεφαίνετο, ἃ κἂν ἄλλος τῶν ἐπιτυχόντων. Εἶτα ἑξῆς φησι, Καρνεάδου δὲ γὰρ γνώριμος Μέντωρ μὲν ὁ πρῶτος, οὐ μὴν διάδοχος. Ἀλλ’ ἔτι ζῶν Καρνεάδης ἐπὶ παλλακῇ μοιχὸν εὑρών, οὐχ ὑπὸ πιθανῆς φαντασίας, οὐδ’ ὡς μὴ κατειληφώς, ὡς δὲ μάλιστα πιστεύων τῇ ὄψει, καὶ καταλαβών, παρῃτήσατο τὴν διατριβήν ᶦ. Ὁ δὲ ἀποστὰς ἀντεσοφίστευε καὶ ἀντίτεχνος ἦν, ἐλέγχων αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀκαταληψίαν. Καὶ πάλιν ἐπιφέρει λέγων· ὁ δὲ Καρνεάδης, οἷον ἀντεστραμμένα φίλοσοφῶν, τοῖς ψεύμασιν ἐκαλλωπίζετο, καὶ ὑπ’ αὐτοῖς τὰ ἀληθῆ ἠφάνιζε. Παραπετάσμασιν οὖν ἐχρῆτο τοῖς ψεύμασι, καὶ ἠλήθευεν ᵏ ἔνδον λανθάνων καπηλικώτερον. Ἔπασχεν οὖν πάθημα ὀσπρίων, ὧν τὰ μὲν κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρηστὰ δὲ αὐτῶν ἐστι κάτω καὶ ἐν ἀφανεῖ. Ταῦτα καὶ περὶ Καρνεάδου λέγεται. Διάδοχος δ’ αὐτοῦ τῆς διατριβῆς καθίσταται Κλειτόμαχος· μεθ’ ὅν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονεύει ταῦτα.

---

Numenius of Apamea, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1542.tlg001.local001/.
