# Fragmenta 5.1

Numenius of Apamea, Fragmenta, Fragment 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/numenius-of-apamea/fragmenta/5.1

5 Ὁ δὲ Φίλων ἄρα οὗτος, ἄρτι μὲν ἐκδεξάμενος τὴν διατριβήν, ὑπὸ χαρμονῆς ἐξεπέπληκτο, καὶ χάριν ἀποδιδοὺς ἐθεράπευε, καὶ τὰ δεδογμένα τῷ Κλειτομάχῳ ηὖξε, καὶ τοῖς Στωϊκοῖς ἐκορύσσετο νώροπι χαλκῷ. Ὡς δὲ προϊόντος μὲν τοῦ χρόνου, ἐξιτήλου δ’ ὑπὸ συνηθείας οὔσης αὐτῶν τῆς ἐποχῆς, οὐδὲν μὲν κατὰ τὰ αὐτὰ ἑαυτῷ ἐνόει, ἡ δὲ τῶν παθημάτων αὐτὸν ἀνέστρεφεν ἐνάργειά τε καὶ ὁμολογία. Πολλὴν δῆτ’ ἔχων ἤδη τὴν διαίσθησιν, ὑπερεπεθύμει, εὖ ἴσθ’ ὅτι, τῶν ἐλεγξάντων τυχεῖν, ἵνα μὴ ἐδόκει μετὰ νῶτα βαλὼν αὐτὸς ἑκὼν φεύγειν. Φίλωνος δὲ γίνεται ἀκουστὴς Ἀντίοχος, ἑτέρας ἄρξας Ἀκαδημίας. Μνησάρχῳ γοῦν τῷ Στωϊκῷ σχολάσας, ἐναντία Φίλωνι τῷ καθηγητῇ ἐφρόνησε, μυρία τε ξένα προσῆψε τῇ Ἀκαδημίᾳ. Ταῦτα καὶ παραπλήσια τούτοις μυρία τῆς Πλάτωνος περὶ διαδοχῆς μνημονεύεται. Ὥρα δ’ οὖν ἄνωθεν τὸν λόγον ἀναλαβόντας, τῶν φυσικῶν φιλοσόφων τὰς ψευδοδοξίας ὁμοῦ καὶ ἀντιδοξίας ἐπισκέψασθαι· οἳ τὴν πολλὴν γῆν πλανηθέντες, καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν περὶ πλείστου πεποιημένοι, ταῖς τε τῶν παλαιῶν ἁπάντων δόξαις καθωμιληκότες, καὶ τἀκριβὲς τῆς παρὰ πᾶσι Φοίνιξί τε καὶ Αἰγυπτίοις, αὐτοῖς τε Ἕλλησι πολὺ πρότερον θεολογίας ἐξηκριβωκότες, τίνα τῶν πόνων τὸν καρπὸν εὕροντο, παρ’ αὐτῶν ἄξιον ἀκοῦσαι, ὡς ἂν μάθοιμεν εἴ τι θεοπρεπὲς εἰς αὐτοὺς παρὰ τῶν πρεσβυτέρων κατῆλθεν. Ἐκράτει μὲν γὰρ πρότερον ἐκ παλαιοῦ αἰῶνος παρὰ τοῖς ἔθνεσιν ἡ πολύθεος δεισιδαιμονία, νεῴ τε καὶ μυστήρια ἱερὰ τῶν θεῶν κατὰ πόλεις καὶ χώρας συνήθως παρὰ πᾶσιν ἐφυλάττοντο. Οὐ δὴ οὖν οὐδὲ φιλοσοφίας ἀνθρωπίνης ἦν χρεία, εἰ δὴ τὰ τῆς θεοσοφίας προειλήφει· οὐδ’ ἦν τις ἀνάγκη καινοτομεῖν τοὺς σοφούς, εἰ δὴ τὰ τῶν προγόνων αὐτοῖς εὖ ἔχοντα ἦν. Ἀλλ’ οὐδὲ στασιάζειν καὶ διαφέρεσθαι τοὺς γενναίους φιλοσόφους, εἰ δὴ σύμφωνος καὶ ἀληθὴς ἡ πάτριος αὐτοῖς περὶ θεῶν δόξα τυγχάνειν δεδοκίμαστο. Τί δὲ ἔδει πολεμεῖν ἀλλήλοις, καὶ μάχεσθαι, ἢ τὴν μακρὰν ὁδὸν ἄνω καὶ κάτω περιτρέχειν, πλανᾶσθαι τε καὶ τὰ βαρβάρων ὑποσυλᾷν, οἴκοι δέον μένοντας παρὰ θεῶν ἐκμανθάνειν, εἰ δή τινες ἦσαν θεοί, ἤ παρὰ τῶν θεολόγων ἀνδρῶν, τοὺς ἀληθεῖς καὶ ἀδιαπτώτους περὶ τῶν ἐπιζητουμένων ἐν φιλοσοφίᾳ λόγους, περὶ ὥν μυρία ὅσα μοχθήσαντες διηνέχθησαν, μακρῷ τῆς τἀληθοῦς εὑρέσεως ἀφυστερήσαντες; Τί δὲ καὶ περὶ θεῶν νεώτερα χρῆν ἐπιζητεῖν τολμᾷν, ἢ στασιάζειν καὶ διαπυκτεύειν ἀλλήλοις, εἰ δὴ ἀσφαλὴς καὶ βεβαία θεῶν εὕρεσις, καὶ γνῶσις εὐσεβείας ἀληθὴς ἐν τελεταῖς καὶ μυστηρίοις, τῇ τε ἄλλῃ τῶν παλαιτάτων περιείχετο θεολογίᾳ, αὐτὴν ἐκείνην παρὸν ἀκίνητον καὶ ὁμολογουμένην συμφώνως περιέπειν; Ἀλλὰ γάρ, εἰ φανεῖεν οὗτοι μηδὲν ἀληθὲς περὶ θεοῦ παρὰ τῶν προτέρων μεμαθηκότες, οἰκείαις δ’ ἐπινοίαις τῇ περὶ φύσεως ἐπιβεβληκότες ἐξετάσει, καὶ στοχασμοῖς μᾶλλον ἢ καταλήψει κεχρημένοι· τί χρὴ λοιπὸν μὴ οὐχὶ συνομολογεῖν, τὴν παλαιὰν τῶν ἐθνῶν θεολογίαν μηδὲν πλέον τῆς ἀποδοθείσης ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἱστορίας ἐπέχειν; Ὅτι μὲν οὖν ἐξ ἀνθρωπίνων στοχασμῶν, καὶ πολλῆς λογομαχίας, καὶ πλάνης, ἀλλ’ οὐκ ἔκ τινος ἀκριβοῦς καταλήψεως, ἡ παρὰ τοῖς Ἕλλησιν ὑπέστη φιλοσοφία, ἐκ τῆς πρὸς Νεκτανεβὼ τὸν Αἰγύπτιον ἐπιστολῆς τοῦ Πορφυρίου μάθοις ἄν, αὐτὸ δὴ τοῦτο ἀκούσας ὁμολογοῦντος ἐν τούτοις.

---

Numenius of Apamea, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1542.tlg001.local001/.
