Ancient Greek
Fragment 9
Numenius of Apamea, Fragmenta 9.1
Not analysed yet
9 Φέρε οὖν ὅση δύναμις, ἐγγύτατα πρὸς τὸ ὃν ἀναγώμεθα, καὶ λέγωμεν· τὸ ὄν οὔτε ποτὲ ἦν, οὔτε ποτὲ μὴ γένηταιᵃ, ἀλλ’ ἔστιν ἀεὶ ἐν χρόνῳ ὡρισμένῳ, τῷ ἐνεστῶτι μόνῳ. Τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα εἴ τις ἐθέλει καλεῖν αἰῶνα, κἀγὼ συμβουλεύω ʰ. Τὸν δὲ παρελθόντα χρόνον οἴεσθαιχρὴ ἡμᾶς διαπεφευγότα, ἤδη διαπεφευγέναι, ἀποδεδρακέναι τε εἰς τὸ εἶναι μηκέτι· ὅ τε αὖ μέλων ἔστι μὲν οὐδέπω, ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἶναι. Οὔκουν ᶜ εἰκός ἐστιν ἑνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἷναι, ἢ μηκέτι, ἢ μηδέπω. Ὥστε τούτου γε οὕτως λεγομένου ἓν γίνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνατον, εἶναί τε ὁμοῦ ταὐτόν, καὶ μὴ εἶναι. Εἰ δὲ οὕτως ἔχει, σχολῇ γ’ ἂν ἄλλο τι εἶναι δύναιτο, τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. Τὸ γὰρ ὂν ἀΐδιόν τε βέβαιόν τέ ἐστιν, ἀεὶ κατὰ ταὐτὸν καὶ ταὐτόν, καὶ οὐδὲ γέγονε μέν, ἐφθάρη δέ, οὐδ’ ἐμεγεθύνατο μέν, ἐμειώθη δέ· οὐδὲ μὴ ἐγένετό πω πλεῖον, ἢ ἔλασσον. Καὶ μὲν δὴ τά τε ἄλλα καὶ οὐδὲ τοπικῶς κινηθήσεται. Οὐδὲ γὰρ θέμις αὐτῷ κινηθῆναι, οὐδὲ μὲν ὀπίσω, οὐδὲ πρόσω οὔτε ἄνω ποτέ, οὔτε κάτω· οὐδ’ εἰς δεξιά, οὐδ’ εἰς ἀριστερὰ μετατεθήσεταί ποτε τὸ ὄν· οὐδὲ ᵈ περὶ τὸ μέσον ποτὲ ἑαυτοῦ κινηθήσεται· ἀλλὰ μᾶλλον καὶ ἑστήξεται, καὶ ἀραρός τε καὶ ἑστηκὸς ἔσται κατὰ ταὐτὰ ἔχον ἀεὶ καὶ ὡσαύτως. Καὶ ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει· τοσαῦτα μὲν οὖν μοι πρὸ ὁδοῦ. Αὐτὸς δ’ οὐκέτι σχηματισθήσομαι, οὐδ’ ἀγνοεῖν φήσω τὸ ὄνομα τοῦ ἀσωμάτου. Καὶ γὰρ κινδυνεύει νῦν ἤδη ἥδιον εἷναι εἰπεῖν μᾶλλον, ἢ μὴ εἰπεῖν. Καὶ δῆτα λέγω τὸ ὄνομα αὐτῷ εἶναι τοῦτο τὸ πάλαι ζητούμενον. Ἀλλὰ μὴ γελασάτω τις, ἐὰν φῶ, τοῦ ἀσωμάτου εἶναι ὄνομα, οὐσίαν καὶ ὄν. Ἡ δὲ αἰτία τοῦ [ὄντος]ᵉ ὀνόματός ἐστι, τὸ μὴ γεγονέναι, μηδὲ φθαρήσεσθαι, μηδ’ ἄλλην μήτε κίνησιν μηδεμίαν ἐνδέχεσθαι, μήτεᶠ μεταβολὴν κρείττω ἢ φαύλην· εἶναι δὲ ἁπλοῦν καὶ ἀναλλοίωτον, καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ, καὶ μήτε ἐθελούσιον ἐξίστασθαι τῆς ταὐτότητος, μήθ’ ὑφ’ ἑτέρου προσαναγκάζεσθαι. Ἔφη δὲ καὶ ὁ Πλάτων ἐν Κρατύλῳ, τὰ ὀνόματα ὁμοιώσει τῶν πραγμάτων εἶναι αὐτὰ ἐπίθετα. Ἔστω οὖν καὶ δεδόσθω εἶναι τὸ ὂν τὸ ἀσώματον. Εἶθ’ ὑποκαταβὰς ἐπιλέγει· τὸ ὂν εἶπον ἀσώματον, τοῦτο δὲ εἶναι τὸ νοητόν. Τὰ μὲν οὖν λεχθέντα, ὅσα μνημονεύειν ἔστι μοι, τοιαῦτα γοῦν ἦν. Τὸν δ’ ἐπιζητοῦντα τὸν λόγον ᵍ ἐθέλω παραμυθήσασθαι, τοσόνδε ὑπειπών, ὅτι ταῦτα τοῖς δόγμασι τοῦ Πλάτωνος, εἰ μὴ συμβαίνει, ἀλλ’ ἑτέρου γ’ ἐχρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα δυναμένου, οἵου Πυθαγόρου. Λέγει γοῦν Πλάτων· φέρ’ ἀναμνησθῶ πῶς λέγει· Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐ ἔχον; καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ’ αὖ δόξῃ μετὰ αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. Ἢρετο γάρ, τί ἐστι τὸ ὂν πάντως πάντη ἀΐδιόν τέ ἐστι καὶ ἄτρεπτον, καὶ οὐδαμῶς οὐδαμῆ ἐξιστάμενον ἐξ ἑαυτοῦ, μένει δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕστηκε, τοῦτο δήπου ἂν εἴη τὸ τῇ νοήσει μετὰ λόγου περιληπτόν. Εἰ δὲ τὸ σῶμα ῥεῖ καὶ φέρεται ὑπὸ τῆς εὐθὺς μεταβολῆς, ἀποδιδράσκει καὶ οὐκ ἔστιν. Ὅθεν οὐ πολλὴ μανία μὴ οὐ τοῦτο εἶναι ὁριστόνʰ, δόξῃ δὲ μόνῃ δοξαστόν, καὶ ὤς φησι Πλάτων, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. Ταῦτα μὲν ὁ Νουμήνιος, ὁμοῦ τὰ Πλάτωνος, καὶ πολὺ πρότερον τὰ Μωσέως ἐπὶ τὸ σαφὲς διερμηνεύων. Εἰκότως δῆτα εἰς αὐτὸ ἐκεῖνο τὸ λόγιον περιφέρεται, δι’ οὗ φάναι μνημονεύεται, τί γάρ ἐστι Πλάτων, ἢ Μωσῆς ἀττικίζων;