Ancient Greek · ~53 min
Dfhg-Source dfhg3_QUINTUS_FABIUS_PICTOR
NUMERIUS FABIUS PICTOR; QUINTUS FABIUS PICTOR, Fragmenta 1.1
Not analysed yet
Περὶ δὲ τῶν ἐκ τῶν Ἰλίας γενομένων Κόϊντος μὲν Φάβιος ὁ Πίκτωρ λεγόμενος, ᾧ Λεύκιός τε Κίγκιος καὶ Κάτων Πόρκιος καὶ Πείσων Καλπούρνιος καὶ τῶν ἄλλων συγγραφέων οἱ πλείους ἠκολούθησαν, τῇδε γράφει· «Ὡς κελεύσαντος Ἀμουλίου τὰ βρέφη λαβόντες ἐν σκάφῃ κείμενα τῶν ὑπηρετῶν τινες ἔφερον ἐμβαλοῦντες εἰς τὸν ποταμὸν ἀπέχοντα ἀπὸ τῆς πόλεως ἀμφὶ ἑκατὸν εἴκοσι σταδίους. Ἐπεὶ δὲ ἐγγὺς ἐγένοντο καὶ εἶδον ἔξω τοῦ γνησίου ῥείθρου τὸν Τίβεριν ὑπὸ χειμώνων συνεχῶν ἐκτετραμμένον εἰς τὰ πεδία, καταβάντες ἀπὸ τοῦ Παλαντίου τῆς κορυφῆς ἐπὶ τὸ προσεχέστατον ὕδωρ· οὐ γὰρ ἔτι προσωτέρω χωρεῖν οἷοί τ ̓ ἦσαν· ἔνθα πρῶτον ἡ τοῦ ποταμοῦ πλήμμη τῆς ὑπωρείας ἥπτετο, τίθενται τὴν σκάφην ἐπὶ τοῦ ὕδατος· ἡ δὲ μέχρι μέν τινος ἐνήχετο, ἔπειτα τοῦ ῥείθρου κατὰ μικρὸν ὑποχωροῦντος ἐκ τῶν περὶ ἔσχατα, λίθου προσπταίσει περιτραπεῖσα ἐκβάλλει τὰ βρέφη. Τὰ μὲν δὴ κνυζόμενα κατὰ τοῦ τέλματος ἐκυλινδοῦντο. Λύκαινα δὲ τις ἐπιφανεῖσα, νεοτόκους σπαργῶσα τοὺς μαστοὺς ὑπὸ γάλακτος, ἐδίδου τὰς θηλὰς τοῖς στόμασιν αὐτῶν, καὶ τῇ γλώττῃ τὸν πηλὸν, οὗ κατάπλεω ἦσαν, ἀπελίχμα. Ἐν δὲ τούτῳ τυγχάνουσιν οἱ νομεῖς ἐξελαύνοντες τὰς ἀγέλας ἐπὶ νομήν· ἤδη γὰρ ἐμβατὸν ἦν τὸ χωρίον· καί τις αὐτῶν ἰδὼν τὴν λύκαιναν, ὡς ἠσπάζετο τὰ βρέφη, τέως μὲν ἀχανὴς ἦν ὑπὸ θάμβους καὶ ἀπιστίας τῶν θεωρουμένων· ἔπειτα ἐλθὼν καὶ συλλέξας οὓς ἐδύνατο πλείστους τῶν ἀγχοῦ νεμόντων (οὐ γὰρ ἐπιστεύετο λέγων), ἄγει τοὔργον αὐτοὺς θεασομένους. Ὥς δὲ κἀκεῖνοι πλησίον ἐλθόντες ἔμαθον τὴν μὲν ὥσπερ τέκνα περισπῶσαν, τὰ δ ̓ ὡς μητρὸς ἐξεχόμενα, δαιμόνιόν τι χρῆμα ὁρᾶν ὑπολαβόντες, ἐγγυτέρω προσῄεσαν ἀθρόοι, δεδιττόμενοι βοῇ τὸ θηρίον. Ἡ δὲ λύκαινα οὐ μάλα ἀγριαίνουσα τῶν ἀνθρώπων τῇ προσόδῳ, ἀλλ ̓ ὥσπερ ἂν χειροήθης, ἀποστᾶσα τῶν βρεφῶν ἠρέμα καὶ κατὰ πολλὴν ἀλογίαν τοῦ ποιμενικοῦ ὁμίλου ἀπῄει. Καὶ ἦν γάρ τις οὐ πολὺ ἀπέχων ἱερὸς χῶρος ὕλῃ βαθείᾳ συνηρεφὴς, καὶ πέτρα κοίλη πηγὰς ἀνιεῖσα· ἐλέγετο δὲ Πανὸς εἶναι τὸ νάπος, καὶ βωμὸς ἦν αὐτόθι τοῦ θεοῦ· εἰς τοῦτο τὸ χωρίον ἐλθοῦσα ἀποκρύπτεται. Τὸ μὲν οὖν ἄλσος οὐκέτι διαμένει· τὸ δὲ ἄντρον ἐξ οὗ ἡ λιβὰς ἐκδίδοται, τῷ Παλαντίῳ προσῳκοδομημένον δείκνυται κατὰ τὴν ἐπὶ τὸν ἱππόδρομον φέρουσαν ὁδόν· καὶ τέμενός ἐστιν αὐτοῦ πλησίον, ἔνθα εἰκὼν κεῖται τοῦ πάθους, λύκαινα παιδίοις δυσὶ τοὺς μαστοὺς ἐπέχουσα, χάλκεα ποιήματα παλαιᾶς ἐργασίας. Ἦν δὲ τὸ χωρίον τῶν σὺν Εὐάνδρῳ ποτὲ οἰκισάντων αὐτὸ Ἀρκάδων ἱερὸν, ὡς λέγεται. Ὡς δὲ ἀπέστη τὸ θηρίον, αἴρουσιν οἱ νομεῖς τὰ βρέφη, σπουδὴν ποιούμενοι τρέφειν, ὡς θεῶν αὐτὰ σώζεσθαι βουλομένων. Ἦν δέ τις ἐν αὐτοῖς συφορβίων βασιλικῶν ἐπιμελούμενος, ἐπιεικὴς ἀνὴρ, Φαυστύλος ὄνομα, ὃς ἐν τῇ πόλει κατὰ δή τι ἀναγκαῖον ἐγεγόνει καθ ̓ ὃν χρόνον ἡ φθορὰ τῆς Ἰλίας καὶ ὁ τόκος ἠλέγχετο· καὶ μετὰ ταῦτα κομιζομένων ἐπὶ τὸν ποταμὸν τῶν βρεφῶν, τοῖς φέρουσιν αὐτὰ κατὰ θείαν τύχην ἅμα διεληλύθει τὴν αὐτὴν ὁδὸν, εἰς τὸ Παλάντιον ἰών· ὃς ἥκιστα τοῖς ἄλλοις καταφανὴς γενόμενος ὡς ἐπίσταταί τι τοῦ πράγματος, ἀξιώσας αὑτῷ συγχωρηθῆναι τὰ βρέφη, λαμβάνει τε αὐτὰ παρὰ τοῦ κοινοῦ καὶ φέρων ὡς τὴν γυναῖκα ἔρχεται. Τετοκυῖαν δὲ καταλαβὼν καὶ ἀχθομένην ὅτι νεκρὸν αὐτῇ τὸ βρέφος ἦν, παραμυθεῖται καὶ δίδωσιν ὑποβάλλεσθαι τὰ παιδία, πᾶσαν ἐξ ἀρχῆς διηγησάμενος τὴν κατασχοῦσαν αὐτὰ τύχην. Αὐξομένοις δὲ αὐτοῖς ὄνομα τίθεται, τῷ μὲν Ῥωμύλον, τῷ δὲ Ῥῶμον. Οἱ δὲ ἀνδρωθέντες γίνονται κατά τε ἀξίωσιν μορφῆς καὶ φρονήματος ὄγκον οὐ συφορβοῖς καὶ βουκόλοις· ἐοικότες, ἀλλ ̓ οἵους ἄν τις ἀξιώσειε τοὺς ἐκ βασιλείου τε φύντας γένους, καὶ ἀπὸ δαιμόνων σπορᾶς γενέσθαι νομιζομένους, ὡς ἐν τοῖς πατρίοις ὕμνοις ὑπὸ Ῥωμαίων ἔτι καὶ νῦν ᾄδεται. Βίος δ ̓ αὐτοῖς ἦν βουκολικὸς καὶ δίαιτα αὐτουργὸς, ἐν ὄρεσι τὰ πολλὰ πηξαμένοις διὰ ξύλων καὶ καλάμων σκηνὰς αὐτωρόφους· ὧν ἔτι καὶ εἰς ἐμὲ ἦν τις ἐκ τοῦ Παλαντίου ἐπὶ τῆς πρὸς τὸν ἱππόδρομον στρεφούσης λαγόνος, Ῥωμύλου λεγομένη, ἣν φυλάττουσιν ἱερὰν οἷς τούτων ἐπιμελὲς, οὐδὲν ἐπὶ τὸ σεμνότερον ἐξάγοντες· εἰ δέ τι πονήσειεν ὑπὸ Χειμῶνος ἢ χρόνου, τὸ λεῖπον ἐξακούμενοι, καὶ τῷ πρόσθεν ἐξομοιοῦντες εἰς δύναμιν. Ἐπεὶ δὲ ἀμφὶ τὰ ὀκτωκαίδεκα ἔτη γεγονότες ἦσαν, ἀμφίλογόν τι περὶ τῆς νομῆς αὐτοῖς γίνεται πρὸς τοὺς Νομίτορος βουκόλους, οἱ περὶ τὸ Αὐέντιον ὅρος ἀντικρὺ τοῦ Παλαντίου κείμενον εἶχον τὰς βουστάσεις. Ἠτιῶντο δὲ ἀλλήλους θάτεροι θαμινὰ ἢ τὴν μὴ προσήκουσαν ὀργάδα κατανέμειν, ἢ τὴν κοινὴν μόνους διακρατεῖν ἢ ὅ τι δήποτε τύχοι. Ἐκ δὲ τῆς ἁψψαχίας ταύτης ἑγένοντο πληγαί ποτε διὰ χειρῶν, εἶτα δι ̓ ὅπλων. Τραύματα δὲ πολλὰ πρὸς τῶν μειρακίων λαμβάνοντες οἱ τοῦ Νουμίτορος καί τινας ἀπολέσαντες τῶν σφετέρων καὶ τῶν χωρίων κατὰ κράτος ἐξειργόμενοι, παρασκευάζονται δόλον τινὰ ἐπ ̓ αὐτούς. Προλοχίσαντες γὰρ τῆς φάραγγος τὸ ἀφανὲς, καὶ συνθέμενοι τοῖς λοχῶσι τὰ μειράκια τὸν τῆς ἐπιθέσεως καιρὸν, οἱ λοποὶ κατὰ πλῆθος ἐπὶ τὰ μανδρεύματα αὐτῶν νόκτ(??) ἐπέβαλον. Ῥωμύλος μὲν οὖν τὸν χρόνον τοῦτον τυγχάνει ἅμα τοῖς ἐπιφανεστάτοις τῶν κωμητῶν πεπορευμένος εἴς τι χωρίον Καινινᾶν ὀνομαζόμενον, ἱερὰ ποιήσων ὑπὲρ τοῦ κοινοῦ πάτρια· Ῥῶμος δὲ τὴν ἔφοδον αὐτῶν αἰσθόμενος ἐξεβοήθει, τὰ ὅπλα λαβὼν διὰ ταχέων, ὀλίγους τῶν ἐκ τῆς κώμης φθασάντων καθ ̓ ἓν γενέσθαι παραλαβών. Κἀκεῖνοι οὐ δέχονται αὐτὸν, ἀλλὰ φεύγουσιν ὑπαγόμενοι ἔνθα ἔμελλον ἐν καλῷ ὑποστρέψαντες ἐπιθήσεσθαι. Ὁ δὲ Ῥῶμος κατ ̓ ἄγνοιαν τοῦ μηχανήματος, ὡς ἄχρι πολλοῦ διώκων αὐτοὺς, παραλλάττει τὸ λελοχισμένον χωρίον, καὶ ἐν τούτῳ ὅ τε λόχος ἀνίσταται καὶ οἱ φεύγοντες ὑποστρέφουσι. Κυκλωσάμενοι δὲ αὐτοὺς καὶ πολλοῖς ἀράττοντες λίθοις, λαμβάνουσιν ὑποχειρίους. Ταύτην γὰρ εἶχον ἐκ τῶν δεσποτῶν τὴν παρακέλευσιν, ζῶντας αὐτοῖς τοὺς νεανίσκους ἀποκομίσαι. Οὕτω μὲν δὴ χειρωθεὶς ὁ Ῥῶμος ἀπήγετο. Interponitur Aelii Tuberonis de eadem hac re narratio. Deinde pergit Dionysius hunc in modum: 80. Ὁ μὲν οὖν Ῥῶμος ἐπὶ τοῖς πολεμίοις γενόμενος οὕτως εἴθ ̓ ὡς ὁ Φάβιος παραδέδωκε, δέσμιος εἰς τὴν Ἄλβαν ἀπήγετο. Ῥωμύλος δ ̓ ἐπεὶ τὸ περὶ τὸν ἀδελφὸν ἔγνω πάθος, διώκειν εὐθὺς ᾤετο δεῖν τοὺς ἀκμαιοτάτους ἔχων τῶν νομέων, ὡς ἔτι κατὰ τὴν ὁδὸν ὄντα καταληψόμενος τὸν Ῥῶμον. Ἀποτρέπεται δ ̔ ὑπὸ τοῦ Φαυστύλου ὁρῶντος αὐτοῦ τὴν σπουδὴν μανικωτέραν οὖσαν. Νομισθεὶς γὰρ γὰρ πατὴρ, τὸν ἔμπροσθεν χρόνον ἀπόρρητα ποιούμενος τοῖς μειρακίοις διετέλεσεν, ὡς μὴ θᾶττον ὁρμήσωσι παρακινδυνεῦσαί τι πρὶν ἐν τῷ κρατίστῳ τῆς ἀκμῆς γενέσθαι· τότε δὲ πρὸς τῆς ἀνάγκης βιασθεὶς μονωθέντι τῷ Ῥωμύλῳ λέγει. Μαθόντι δὲ τῷ νεανίσκῳ πᾶσαν ἐξ ἀρχῆς τὴν κατασχοῦσαν αὐτοὺς τύχην, τῆς τε μητρὸς οἶκτος εἰσέρχεται καὶ Νομίτορος φροντίς· καὶ πολλὰ βουλευσαμένῳ μετὰ τοῦ Φαυστύλου, τῆς μὲν αὐτίκα ὁρμῆς ἐπισχεῖν ἐδόκει, πλείονι δὲ παρασκευῇ δυνάμεως χρησάμενον ὅλον ἀπαλλάξαι τὸν οἶκον τῆς Ἀμουλίου παρανομίας, κίνδυνόν τε τὸν ἔσχατον ὑπὲρ τῶν μεγίστων ἄθλων ἀναρρῖψαι, πράττειν δὲ μετὰ τοῦ μητροπάτορος ὅ τι ἂν ἐκείνῳ δοκῇ. 81. Ὡς δὲ ταῦτα κράτιστα εἶναι ἔδοξε, συγκαλέσας τοὺς κωμήτας ἅπαντας ὁ Ῥωμύλος καὶ δεηθεὶς εἰς τὴν Ἄλβαν ἐπείγεσθαι διὰ ταχέων, μὴ κατὰ τὰς αὐτὰς πύλας ἅπαντας, μηδ ̓ ἀθρόους εἰσιόντας, μή τις ὑπόνοια πρὸς τοὺς ἐν τῇ πόλει γένηται, καὶ περὶ τὴν ἀγορὰν ὑπομένοντας ἑτοίμους εἶναι δρᾶν τὸ κελευόμενον, ἀπῄει πρῶτος εἰς τὴν πόλιν. Οἱ δὲ τὸν Ῥῶμον ἄγοντες ἐπειδὴ κατέστησαν ἐπὶ τὸν βασιλέα, τάς τε ὕβρεις ἁπάσας, ὅσας ἦσαν ὑβρισμένοι πρὸς τῶν μειρακίων, κατηγόρουν, καὶ τοὺς τραυματίας σφῶν ἐπεδείκνυσαν, τιμωρίας εἰ μὴ τεύξονται καταλείψειν προλέγοντες τὰ συφόρβια. Ἀμούλιος δὲ τοῖς χωρίταις κατὰ πλῆθος ἐληλυθόσι χαρίζεσθαι βουλόμενος καὶ τῷ Νομίτορι (παρὼν γὰρ ἐτύγχανε συναγανακτῶν τοῖς πελάταις), εἰρήνην τε ἀνὰ τὴν χώραν σπεύδων εἶναι, καὶ ἅμα τὸ αὔθαδες τοῦ μειρακίου, ὡς ἀκατάπληκτον ἦν ἐν τοῖς λόγοις, δι ̓ ὑποψίας λαμβάνων, καταψηφίζεται τὴν δίκην· τῆς δὲ τιμωρίας τὸν Νομίτορα ποιεῖ κύριον, εἰπὼν ὡς τῷ δράσαντι δεινὰ τὸ ἀντιπαθεῖν οὐ πρὸς ἄλλου τινὸς μᾶλλον ἢ τοῦ πεπονθότος ὀφείλεται. Ἐν ὅσῳ δὲ ὁ Ῥῶμος ὑπὸ τῶν τοῦ Νομίτορος βουκόλων ἤγετο, δεδεμένος τε ὀπίσω τὼ χεῖρε καὶ πρὸς τῶν ἀγόντων ἐπικερτομούμενος, ἀκολουθῶν ὁ Νομίτωρ τοῦ τε σώματος τὴν εὐπρέπειαν ἀπεθαύμαζεν, ὡς πολὺ τὸ βασιλικὸν εἶχε, καὶ τοῦ φρονήματος τὴν εὐγένειαν ἐνεθυμεῖτο, ἣν παρὰ τὰ δεινὰ διέσωσεν, οὐ πρὸς οἶκτον ἢ λιπαρήσεις, ὡς ἅπαντες ἐν ταῖς τοιαῖσδε ποιοῦσι τύχαις, τραπόμενος, ἀλλὰ σὺν εὐκόσμῳ σιωπῇ ἐπὶ τὸν μόρον ἀπιών. Ὡς δ ̓ εἰς τὴν οἰκίαν ἀφίκοντο, μεταστῆσαι τοὺς ἄλλους κελεύσας, μονωθέντα τὸν Ῥῶμον εἴρετο τίς εἴη, καὶ τίνων· ὡς οὐκ ἂν ἐκ τῶν τυχόντων γε ἄνδρα τοιοῦτον γενόμενον. Εἰπόντος δὲ τοῦ Ῥώμου τοσοῦτον εἰδέναι μόνον κατὰ πίστιν τοῦ τρέφοντος, ὅτι σὺν ἀδελφῷ διδύμῳ ἐκτεθείη βρέφος εἰς νάπην εὐθὺς ἀπὸ γονῆς, καὶ πρὸς τῶν νομέων ἀναιρεθεὶς ἐκτραφείη, βραχὺν ἐπισχὼν χρόνον, εἴτε ὑποτυπωθείς τι τῶν ἀληθῶν εἴτε τοῦ δαίμονος ἄγοντος εἰς τοὔμφανες τὸ πρᾶγμα, λέγει πρὸς αὐτόν· «Ὅτι μὲν ἐπ ̓ ἐμοὶ γέγονας, ὦ Ῥῶμε, παθεῖν ὅ τι ἂν δικαιώσω, καὶ ὡς περὶ πολλοῦ ποιήσαιντο ἂν οἱ κομίσαντές σε δεῦρο, πολλὰ καὶ δεινὰ παθόντες, ἀποθανεῖν, οὐδὲν δεῖ πρὸς εἰδότα λέγειν. Εἰ δέ σε θανάτου τε καὶ ἄλλου παντὸς ἐκλυσαίμην κακοῦ, ἆρα ἂν εἰδείης μοι χάριν καὶ δεομένῳ ὑπουργήσειας ὃ κοινὸν ἀμφοῖν ἔσται ἀγαθόν;» Ἀποκριναμένου δὲ τοῦ μειρακίου ὁπόσα τοὺς ἐν ἀπογνώσει βίου κειμένους ἡ τοῦ σωθῆναι ἐλπὶς τοῖς κυρίοις τούτου λέγειν καὶ ὑπισχνεῖσθαι ἐπαίρει, λῦσαι κελεύσας αὐτὸν ὁ Νομίτωρ καὶ ἅπαντας ἐκποδὼν ἀπελθεῖν, φράζει τὰς αὑτοῦ τύχας, ὡς ὁ Ἀμούλιος αὐτὸν ἀδελφὸς ὢν ἀπεστέρησε τῆς βασιλείας, ὀρφανὸν δὲ τέκνων ἔθηκε, τὸν μὲν ἐπὶ θήρᾳ κρύφα διαχειρισάμενος, τὴν δὲ θυγατέρα εἱρκτῇ δεδεμένην φυλάττων, τά τε ἄλλα ὅσα δεσπότης χρώμενος δούλῳ. 82. Ταῦτ ̓ εἰπὼν καὶ πολὺν θρῆνον ἅμα τοῖς λόγοις καταχεόμενος ἠξίου τιμωρὸν τοῖς κατοίκοις αὐτοῦ τὸν Ῥῶμον γενέσθαι. Ἀσμένως δὲ ὑποδεξαμένου τὸν λόγον τοῦ μειρακίου, καὶ πάλαι τάττειν αὐτὸν ἐπὶ τὸ ἔργον ἀξιοῦντος, ἐπαινέσας ὁ Νομίτωρ τὴν προθυμίαν, «Τῆς μὲν πράξεως, ἔφη, τὸν καιρὸν ἐγὼ ταμιεύσομαι, σὺ δὲ τέως πρὸς τὸν ἀδελφὸν ἀπόρρητον τοῖς ἄλλοις ἅπασιν ἀγγελίαν πέμψον, ὅτι σώζῃ τε δηλῶν καὶ διὰ ταχέων αὐτὸν ἥξειν ἀξιῶν.» Ἐκ δὲ τούτου πέμπεταί τις ἐξευρεθεὶς, ὃς ἐδόκει ὑπηρετήσειν, καὶ περιτυχὼν οὐ πρόσω τῆς πόλεως ὄντι Ῥωμύλῳ, διασαφεῖ τὰς ἀγγελίας. Ὁ δὲ περιχαρὴς γενόμενος ἔρχεται σπουδῇ πρὸς Νομίτορα, καὶ περιπλακεὶς ἀμφοῖν ἀσπάζεται μὲν πρῶτον, ἔπειτα φράζει τὴν ἔκθεσιν σφῶν καὶ τροφὴν καὶ τἄλλα ὅσα παρὰ τοῦ σωματοφύλακος ἐπύθετο. Τοῖς δὲ βουλομένοις τε καὶ οὐ πολλῶν ἴνα πιστεύσειαν τεκμηρίων δεομένοις καθ ̓ ἡδονὰς τὸ λεγόμενον ἦν. Ἐπεὶ δὲ ἀνέγνωσαν ἀλλήλους, αὐτίκα συνετάττοντο καὶ διεσκόπουν ὅστις ἔσται τρόπος ἢ καιρὸς εἰς τὴν ἐπίθεσιν ἐπιτήδειος. Ἐν ᾧ δὲ οὗτοι περὶ ταῦτα ἦσαν, ὁ Φαυστύλος ἀπάγεται πρὸς Ἀμούλιον· δεδοικὼς γὰρ μὴ οὐ πιστὰ δόξῃ τῷ Νομίτορι λέγειν ὁ Φαυστύλος ἄνευ σημείων ἐμφανῶν μεγάλου πράγματος μηνυτὴς γενόμενος, τὸ γνώρισμα τῆς ἐκθέσεως τῶν βρεφῶν τὴν σκάφην ἀναλαβὼν, ὀλίγου ὕστερον ἐδίωκεν εἰς τὴν πόλιν. Διερχόμενον δ ̓ αὐτὸν τὰς πύλας ταραχωδῶς πάνυ καὶ περὶ πολλοῦ ποιούμενον μηδενὶ ποιῆσαι καταφανὲς τὸ λεγόμενον, τῶν φυλάκων τις καταμαθὼν (ἦ δὲ πολεμίων ἐφόδου δέος, καὶ τὰς πύλας οἱ μάλιστα πιστευόμενοι πρὸς τοῦ βασιλέως ἐφρούρουν) συλλαμβάνει τε καὶ τὸ κρυπτὸν ὅ τι δήποτ ̓ ἦν καταμαθεῖν ἀξιῶν ἀποκαλύπτει βίᾳ τὴν περιβολήν. Ὡς δὲ τὴν σκάφην ἐθεάσατο καὶ τὸν ἄνθρωπον ἔμαθεν ἀπορούμενον, ἠξίου λέγειν τίς ἡ ταραχὴ καὶ τί τὸ βούλημα τοῦ μὴ φανερῶς ἐκφέρειν σκεῦος οὐδὲν δεόμενον ἀπορρήτου φορᾶς. Ἐν δὲ τούτῳ πλείους τῶν φυλάκων συνέρρεον καί τις αὐτῶν γνωρίζει τὴν σκάφην, αὐτὸς ἐν ἐκείνῃ τὰ παιδία κομίσας ἐπὶ τὸν ποταμὸν, καὶ φράζει πρὸς τοὺς παρόντας. Οἱ δὲ συλλαβόντες τὸν Φαυστύλον ἄγουσιν ἐπὶ τὸν βασιλέα. Ἀμούλιος δὲ ἀπειλῇ βασάνων καταπληξάμενος τὸν ἄνθρωπον, εἰ μὴ λέξῃ τὰς ἀληθείας ἑκὼν, πρῶτον μὲν εἰ ζῶσιν οἱ παῖδες ἤρετο· ὡς δὲ τοῦτ ̓ ἔμαθεν, ὅστις αὐτοῖς ὁ τρόπος τῆς σωτηρίας ἐγένετο, διηγησαμένου αὐτοῦ πάντα ὡς ἐπράχθη, «Ἄγε δὴ, φησὶν ὁ βασιλεὺς, ἐπειδὴ ταῦτα ἀληθεύσας ἔχεις, φράσον ὅπου ἂν νῦν εὑρεθεῖεν· οὐ γὰρ ἔτι δίκαιοί εἰσιν ἐν βουκόλοις καὶ ἀδόξῳ βίῳ ζῆν, ἔμοιγε ὄντες συγγενεῖς, ἄλλως τε καὶ θεῶν προνοίᾳ σωζόμενοι.» 83. Φαυστύλος δὲ τῆς ἀλόγου πρᾳότητος ὑποψίᾳ κινηθεὶς μὴ φρονεῖν αὐτὸν ὅμοια τοῖς λόγοις, ἀποκρίνεται ὧδε· «Οἱ μὲν παῖδές εἰσιν ἐν τοῖς ὄρεσι βουκολοῦντες, ὥσπερ ἐκείνων βίος· ἐγὼ δ ̓ ἐπέμφθην ὑπ ̓ αὐτῶν τῇ μητρὶ δηλώσων ἐν αἷς εἰσι τύχαις· ταύτην δὲ παρά σοι φυλάττεσθαι ἀκούων, δεήσεσθαι τῆς θυγατρὸς τῆς σῆς ἔμελλον, ἵνα με πρὸς αὐτὴν ἀγάγοι. Τὴν δὲ σκάφην ἔφερον, ἵν ̓ ἔχω δεικνύναι τεκμήριον ἐμφανὲς ἅμα τοῖς λόγοις. Νῦν οὖν ἐπειδὴ δέδοκταί σοι τοὺς νεανίσκους δεῦρο κομίσαι, χαίρω τε καὶ πέμψον οὕστινας βούλει σὺν ἐμοί. Δείξω μὲν οὖν τοῖς ἐλθοῦσι τοὺς παῖδας ἐγὼ, φράσουσι δ ̓ αὐτοῖς ἐκεῖνοι τὰ παρὰ σοῦ.» Ὁ μὲν δὴ ταῦτ ̓ ἔλεγεν, ἀναβολὴν εὑρέσθαι βουλόμενος τοῖς παισὶ τοῦ θανάτου, καὶ ἅμα αὐτὸς ἀποδρᾶσαι τοὺς ἄγοντας, ἐπειδὰν ἐν τοῖς ὄρεσι γένηται, ἐλπίσας. Ἀμούλιος δὲ τοῖς πιστοτάτοις τῶν ὁπλοφόρων ἐπιστείλας κρύφα, οὓς ἂν ὁ συφορβὸς αὐτοῖς δείξῃ συλλαβόντας ὡς αὐτὸν ἄγειν, ἀποστέλλει διὰ ταχέων. Ταῦτα δὲ διαπραξάμενος αὐτίκα γνώμην ἐποιεῖτο καλέσας τὸν ἀδελφὸν ἐν φυλακῇ ἀδέσμῳ ἔχειν, ἕως ἂν εὖ θῆται τὰ παρόντα· καὶ αὐτὸν ὡς ἐπ ̓ ἄλλῳ δή τινι ἐκάλει. Ὁ δὲ ἀποσταλεὶς ἄγγελος εὐνοίᾳ τε τοῦ κινδυνεύοντος καὶ ἐλέῳ τῆς τύχης ἐπιτρέψας, κατήγορος γίνεται τῷ Νομίτορι τῆς Ἀμουλίου γνώμης. Ὁ δὲ τοῖς παισὶ δηλώσας τὸν κατειληφότα κίνδυνον αὐτοὺς, καὶ παρακελευσάμενος ἄνδρας ἀγαθοὺς γενέσθαι, παρῆν ἄγων ὡπλισμένους ἐπὶ τὰ βασίλεια τῶν τε ἄλλων πελατῶν καὶ ἑταίρων καὶ θεραπείας πιστῆς χεῖρα οὐκ ὀλίγην. Ἡκον δὲ καὶ οἱ ἐκ τῶν ἀγρῶν συνελθόντες εἰς τὴν πόλιν, ἐκλείποντες τὴν ἀγορὰν, ἔχοντες ὑπὸ ταῖς περιβολαῖς ἑαυτῶν ξίφη κεκρυμμένα, στῖφος κρατερόν. Βιασάμενοι δὲ τὴν εἴσοδον ἀθρόᾳ ὁρμῇ πάντες, οὐ πολλοῖς ὁπλίταις φρουρουμένην, ἀποσφάττουσιν εὐπετῶς τὸν Ἀμούλιον καὶ μετὰ τοῦτο τὴν ἄκραν καταλαμβάνονται. Ταῦτα μὲν οὖν τοῖς τοῖς περὶ τὸν Φάβιον εἴρηται.