# Fragmenta 17-20

Nymphis Heracleota, Fragmenta, 17 to 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nymphis-heracleota/fragmenta/17

Καὶ ἡ ἐξ Ἐρέσου σὲ τῆς ἑτέρας** Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νύμφις ἐν Περίπλῳ Ἀσίας. Νύμφις (Νύμφαιος cod. Paris.) μὲν γάρ φησιν ἱστορεῖν Ἀκαρίωνα, ὡς ἄρα Φρύγες διαπλεῦσαι βουλόμενοι τὸν πορθμὸν, κατεσκεύασαν ναῦν ἔχουσαν ἐγκεχαραγμένην προτομὴν ταύρου· διαπλευσάντων δὲ αὐτῶν, ἀπὸ τοῦ εἴδους τοῦ περὶ τὸ σκάφος προσαγορευθῆναι τὸ πέλαγος Βόσπορον. Θυνιάδος νήσου ... μέμνηται Νύμφις ὁ Ἡρακλεώτης· φησὶ δὲ αὐτὴν ἑπτὰ σταδίους ἔχειν τὴν περίμετρον. Ἐν τῷ ἐνάτῳ τῶν Περὶ Πτολεμαίων λόγων λέγει Νύμφις ἐν τῇ γῇ Τρωγλοδύτιδι γίνεσθαι ἔχεις ἄμαχόν τι μέγεθος, εἰ πρὸς τοὺς ἄλλους ἔχεις ἀντικρίνοιντο· εἶναι γὰρ πηχῶν καὶ πεντεκαίδεκα· τάς γε μὴν χελώνας εἶναι τοσαύτας τὸ χελώνειον, ὡς Χωρεῖν μεδίμνους Ἀττικοὺς καὶ ἓξ αὐτό.

---

NYMPHIS HERACLEOTA, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1544.tlg003.local002/.
