# Fragmenta [Sp.] 1

Ocellus, Fragmenta [Sp.], Fragment 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ocellus-phil/fragmenta-sp/1

Συνέχει γὰρ τὰ μὲν σκάνεα τῶν ζῴων ζωά, ταύτας δ' αἴτιον ψυχά· τὸν δὲ κόσμον ἁρμονία, ταύτας δ' αἴτιος ὁ θεός· τὼς δ' οἴκως καὶ τὰς πόλιας ὁμόνοια, ταύτας δ' αἴτιος νόμος. τίς ὧν αἰτία καὶ φύσις τὸν μὲν κόσμον ἁρμόχθαι διὰ παντὸς καὶ μηδέποτ' ἐς ἀκοσμίαν ἐκβαίνειν, τὰς δὲ πόλιας καὶ τὼς οἴκως ὀλιγοχρονίως ἦμεν; ὅσα μὲν ὧν γενατὰ καὶ θνατὰ τὰν φύσιν, ἐξ ἇς συνέστακεν ὕλας, τὰν αὐτὰν αἰτίαν ἔχει τᾶς διαλύσιος· συνέστακε γὰρ ἐκ μεταβαλλοίσας καὶ ἀειπαθέος· ἁ γὰρ τῶν γεννωμένων ἀπογένεσις σωτηρία τᾶς γεννάτορος ὕλας. τὸ δὲ ἀεικίνατον κυβερνῇ τὸ δ' ἀειπαθὲς κυβερνῆται, καὶ τὸ μὲν πρῶτον τᾷ δυνάμει τὸ δὲ ὕστερον, καὶ τὸ μὲν θεῖον καὶ λόγον ἔχον καὶ ἔμφρον, τὸ δὲ γενατὸν καὶ ἄλογον [τὸ μεταβάλλον].

---

Ocellus Phil., Fragmenta [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1545.tlg002.local001/.
