Ancient Greek
Page 452
Oecumenius Phil. et Rhet., Fragmenta in epistulam ad Philippenses (in catenis) 452
Not analysed yet
Phil 1,19 Σωτηρίαν δέ φησι τὸ ὅσον οὐδέπω μαρτύριον. Phil 1,24 Καὶ κατ' ἄλλο δὲ νοήσεις τὸ ἀναγκαιότερον· ὅτι τὸ προσάγειν Χριστῷ διὰ τῆς πίστεως πλείονας πλεῖον αὐτὸν ᾠκείου τῷ Χριστῷ. Phil 2,2 Ἢ καὶ περὶ τοῦ δόγματος λέγει. Phil 3,8 Δύνῃ καὶ κατ' ἄλλο σκύβαλα νοῆσαι τὸν νόμον· τὸ γὰρ σκύβαλον κτηνώδης ἐστὶ τροφή, καὶ ὁ νόμος τοίνυν μετὰ τὴν πίστιν ἀλογωτέροις ἀνθρώποις ἐστὶν παραφυλακή. διὰ τί δὲ ὅλως ἥγησαι αὐτὸν ζημίαν καὶ σκύβαλα, ὦ Παῦλε; ὅτι ἐπὶ πολὺν χρόνον, φησίν, ἐζημίωσέ με Χριστοῦ τῷ γράμματι παρακαθήμενον, οὐχ ὅτι νῦν ἐζημιοῦτο ἐξ αὐτοῦ —ᾔδει γὰρ αὐτῷ πνευματικῶς χρήσασθαι—ἀλλὰ περὶ τῆς ζημίας