Ancient Greek
Page 456
Oecumenius Phil. et Rhet., Fragmenta in epistulam i ad Thessalonicenses (in catenis) 456
Not analysed yet
1 Thess 1,3 Ἢ ἔργον πίστεώς φησι τὸ μὴ μόνον λόγοις ἀλλὰ καὶ ἔργοις δεικνύειν τὴν πίστιν, ὅτι ὑπὲρ τῆς τοῦ θεοῦ ἢ τῆς ἐμῆς, φησίν, ἀγάπης καὶ κόπους καὶ κινδύνους ὑπεμείνατε· τοῦτο γὰρ τὸ ὄντως ἀγαπᾶν, τὸ πάντα ὑπὲρ τοῦ ἀγαπωμένου πάσχειν ἀνέχεσθαι. 1 Thess 2,2 Ἐν τῷ θεῷ ἡμῶν θαρρήσαντες, φησίν. 1 Thess 2,13 Ἢ ἐνεργεῖ ἐν ὑμῖν, τοῦτ' ἔστι τὴν οἰκείαν δύναμιν ἐπιδείκνυσιν, ἴσως διὰ σημείων τινῶν· ἢ ἐνεργεῖται, τοῦτ' ἔστιν αὔξει διὰ τοῦ ὑμετέρου βίου. 1 Thess 2,16 Ταῦτα δὲ καὶ πάλαι ἐπὶ τῶν προφητῶν καὶ νῦν ἐπὶ Χριστοῦ καὶ ἐφ' ἡμῶν ἔπραξαν, ἵνα πάντοτε ἀναπληρωθῶσιν αἱ ἁμαρτίαι αὐτῶν· ἐπειδὴ γὰρ πάντοτε ταῦτα ἔπραττον, πάντοτε ἀνεπλήρουν τὰς ἁμαρτίας αὐτῶν. 1 Thess 3,2 Ἡ γὰρ παράκλησις ὑπὲρ τοῦ μὴ σαλευθῆναι εἰς τὴν πίστιν ἐγίνετο. 1 Thess 3,3 Σαίνεσθαι δὲ οἷον θορυβεῖσθαι καὶ ταράττεσθαι· ἀπὸ μεταφορᾶς τῶν τὰς οὐρὰς ταρασσόντων κυνῶν. 1 Thess 3,9 Εἰκότως ἔμπροσθεν τοῦ θεοῦ χαίρομεν· αὐτὸς γὰρ ταύτης ἡμῖν τῆς χαρᾶς αἴτιος καὶ αὐτοῦ τὸ δῶρον. 1 Thess 4,10a Διὰ τοῦτο γὰρ οὐ χρείαν ἔχομεν γράφειν, ὅτι οὐ δεῖσθε περὶ τούτου ὑπομνήσεως, ἀλλὰ ποιεῖτε αὐτό.