# Fragmenta in epistulam i ad Thessalonicenses (in catenis) 457

Oecumenius, Fragmenta in epistulam i ad Thessalonicenses (in catenis), Page 457. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oecumenius-phil-et-rhet/fragmenta-in-epistulam-i-ad-thessalonicenses-in-catenis/457

1 Thess 4,10b Μακεδονίας γὰρ μητρόπολις ἡ Θεσσαλονίκη. 1Thess 4,14 Τί οὖν, εἴποι τις ὡς πρὸς τὴν δευτέραν ἐξήγησιν, μερικὴ ἔσται ἡ ἀνάστασις, ὡς τῶν ἀπίστων μὴ ἀνισταμένων; οὐ τοῦτο, ἀλλ' ὅτι πάντες μὲν ἀναστήσονται, οὐ πάντες δὲ ἀχθήσονται· τὸ γὰρ ἀχθῆναι τὴν μετὰ τιμῆς πανταχόθεν ἐν νεφέλαις ἁρπαγὴν καὶ ἀγωγὴν τὴν πρὸς τὸν κριτὴν δηλοῖ. οἱ μὲν γὰρ πιστοὶ καὶ οὐκ ἐπίπλαστον ἔχοντες τοῦτο τὸ ὄνομα ἐν νεφέλαις ἁρπαγήσονται εἰς ἀπάντησιν τοῦ Χριστοῦ, οἱ δὲ ἄπιστοι κάτω περιμενοῦσιν αὐτὸν ἐρχόμενον μὴ ἀξιούμενοι ἀπαντῆσαι. διὰ τί γὰρ μὴ εἶπεν· ἵνα τιμωρηθῆτε ὡς μὴ ὁμολογοῦντες ἀνάστασιν; ἢ ὡς ὡμολογημένον τοῦτο παρείασεν, καί φησιν· ἵνα μὴ μετὰ τῆς τιμωρίας τῆς ἐκεῖ καὶ τὰ ἐνταῦθα λυπῆσθε. ἢ ὅτι τῇ μὲν ἀναστάσει οὐκ ἠπίστουν—καὶ δηλοῖ τὸ περὶ τῶν χρόνων αὐτοὺς ἀμφιβάλλειν, ὅπερ κάτω φησίν—ἀλλὰ μόνον ἠδημόνουν ἐπὶ τοῖς τελευτῶσιν. 1 Thess 4,15 Ἴσως καὶ τοῦτο ἓν ἦν τῶν ἀρρήτων· πάντα δὲ οὐκ ἐξῆν, τοῦτο δὲ ἐξῆν λαλῆσαι.

---

Oecumenius Phil. et Rhet., Fragmenta in epistulam i ad Thessalonicenses (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2866.tlg009.local001/.
