Ancient Greek
Page 444
Oecumenius Phil. et Rhet., Fragmenta in epistulam ii ad Corinthios (in catenis) 444
Not analysed yet
2 Kor 1,9 Ἢ οὕτως· ἑαυτῶν, φησίν, ἀπέγνωμεν παντελῶς, ἵνα τὴν ἐλπίδα ἐπὶ μόνῳ τῷ θεῷ σχῶμεν· ὁ γὰρ ἑαυτοῦ προαπογινώσκων πῶς ἂν οἰκείᾳ βουλῇ ἢ δυνάμει ἢ ἀπολογίᾳ σώζεσθαι ἐθελήσοι, ὡς ἐκ τοῦ ἀκολούθου τὸ ἅπαν αὐτὸν ἐκδιδόναι τῷ θεῷ. 2 Kor 2,14 Θυμιατήριον γάρ ἐσμεν, φησί, τοῦ μύρου τούτου καὶ οὐρανίου θυμιάματος τὴν ὀσμὴν αὐτοῦ περιφέροντες πανταχοῦ. 2 Kor 3,5 Κατὰ τοῦ αὐτοῦ εἶπεν. 2 Kor 3,13—14 Διὰ τί δὲ ὡσεὶ εἶπέν τις· ἀνακεκαλυμμένως κηρύσσετε καὶ οὐ δίκην καλύμματος ἐπισκιασμένως λαλεῖτε. διὰ τί; πρῶτον μὲν θαρροῦντες τῷ καθαρῷ τοῦ κηρύγματος. ἔπειτα ὅτι ὑμεῖς καὶ ἰδεῖν δύνασθε τὸ ἐνὸν τῷ κηρύγματι κάλλος· οὐ γὰρ ἶσα Ἰουδαίοις ἀμβλυώττετε. ὅσῳ γὰρ ἡ νέα μείζων, τοσούτῳ καὶ τῶν μαθητευομένων τὸ διάφορον. 2 Kor 5,1 Ἐπίγειον οἰκίαν σκήνους τὸ σῶμα καλεῖ. 2 Kor 5,17 Ποῖα ἀρχαῖα; ἤτοι τὰ ἁμαρτήματά φησιν καὶ τὰς ἀσεβείας, ἢ τὰ Ἰουδαϊκὰ πάντα. 2 Kor 5,21 Ἄλλοι οὕτως ἡρμήνευσαν· ἁμαρτία λέγεται τὸ ὑπὲρ ἁμαρτιῶν θῦμα, ὡς καὶ ὁ προφήτης· ἁμαρτίας λαοῦ μου φάγονται, τοῦτ' ἔστι τὰ ὑπὲρ ἁμαρτιῶν θύματα. θῦμα οὖν ὑπὲρ ἁμαρτιῶν ἐποίησεν ὁ πατὴρ τὸν υἱόν.