# Fragmenta in epistulam ii ad Corinthios (in catenis) 445

Oecumenius, Fragmenta in epistulam ii ad Corinthios (in catenis), Page 445. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oecumenius-phil-et-rhet/fragmenta-in-epistulam-ii-ad-corinthios-in-catenis/445

2 Kor 7,12 Οὐ τοῦτο δὲ λέγει τὸ ἕνεκεν ἐκείνων οὐκ ἔργαψα, ἀλλὰ τὸ οὐ πρωτοτύπως δι' ἐκείνους ἔγραψα, ἀλλὰ διά τε ὑμᾶς καὶ δι' ἐκείνους. 2 Kor 8,9 Εἰ οὖν ἐκεῖνος, φησίν, ἐπτώχευσε διὰ σέ, σὺ οὐδὲ χρήματα δίδως δι' αὐτόν; 2 Kor 8,18 Δύναται ταῦτα καὶ εἰς τὸν Λουκᾶν νοηθῆναι. 2 Kor 8,24 Εἰς πρόσωπον, φησί, τῶν ἐκκλησιῶν, τοῦτ' ἔστι καὶ εἰς τιμὴν τῶν ἀποστειλασῶν αὐτοὺς ἐκκλησιῶν· ἂν γὰρ τούτους τιμήσητε, τὰς ἀποστειλάσας ἐτιμήσατε. οὐ λέγει δὲ «ἀνθρώπων» ἀλλ' ἐκκλησιῶν, σεμνότερον ἅμα καὶ ἀπαραίτητον ποιῶν τὸν λόγον. 2 Kor 11,9 Ἢ καὶ οὕτως· καὶ ταῦτα, φησίν, ὑστερηθεὶς οὐ κατενάρκησα, οὐδὲ ἠμέλησα, ἢ ῥᾳθυμότερος πρὸς τὸ κήρυγμα γέγονα, ἀλλὰ παρ' ἐμοῦ μὲν ὅσα ἐχρῆν ἐγένετο πρὸς τὴν ὑμῶν σωτηρίαν· ἐγὼ δὲ ἐν ἐνδείᾳ διέτριβον. 2 Kor 11,25 Ὁρᾷς ὅτι οὐ πάντα ἃ πέπονθεν ὁ Παῦλος, συνέγραψεν ἡμῖν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν. πολλὰ γοῦν τῶν ἐνταῦθα εἰρημένων παρέλιπεν· οὐ γὰρ πρὸς φιλοτιμίαν αὐτῷ τὰ τῆς γραφῆς πεπόνηται. 2 Kor 12,4 Ποῦ εἰσιν οἱ τὴν ψευδεπίγραφον ἀποκάλυψιν συγγραψάμενοι; 2 Kor 12,20 Τοῦτ' ἔστι τιμωρούμενος τοὺς ἀνίατα νοσοῦντας. Οἷον ἁψιμαχίαι.

---

Oecumenius Phil. et Rhet., Fragmenta in epistulam ii ad Corinthios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2866.tlg004.local001/.
