Ancient Greek · ~2 min
Page 446
Oecumenius Phil. et Rhet., Fragmenta in epistulam ii ad Corinthios (in catenis) 446
Not analysed yet
2 Kor 12,21 Ποῦ εἰσιν οἱ Ναυατιανοί; 2 Kor 13,2 Τοῖς μὲν ἡμαρτηκόσιν, ἵνα διορθώσωνται, τοῖς δὲ λοιποῖς πᾶσιν, ἵνα μαρτυρήσειαν ὅτι, φησί, παρ' ἐμὲ οὐδέν, ἐὰν μὴ μετανοήσαντας τιμωρήσωμαι. 2 Kor 13,4 Ὁμοίως νόησον καὶ τοῦτο τῷ ἄνω· ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. τὸ δὲ εἰς ὑμᾶς οἷον ὑμῖν ζήσομεν, τοῦτ' ἔστιν εἰς τὴν ὑμῶν ὠφέλειαν, ἢ δι' ὑμᾶς, ἐπεί, φησίν, ἐπεστρέψαμεν ὑμᾶς, ἢ σὺν ὑμῖν ζήσομεν τότε.