# Fragmenta 11.1

Oenomaus of Gadara, Fragmenta, Fragment 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oenomaus-of-gadara/fragmenta/11.1

11. Φέρε δέ, τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον, ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰσχροῤῥημοσύναις καὶ ἀῤῥητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον· καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὅμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας, ὡς κατ’ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων ποιητὴν γεγενημένον. Ἐφ’ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει· Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις , ἔσσετ’ ἐν ἀνθρώποις. Ὁ δὲ παῖς ἦν Ἀρχίλοχος. Ἔσται σοι κοῦρος Μνησαρχίδῃ, ὅντινα πάντες ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει, καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται. Ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὅμηρος δέ, Σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν ἠελίων δισσῶν , ἡ δ’ ἀθανάτοις ἰσόμοιρος , ζῶν καὶ ἀποφθίμενος. Καὶ διὰ ταῦτα ἤκουεν, Ὄλβιε καὶ δύσδαιμον , ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι. Λέγει δὲ οὐκ ἄνθρωπος, ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ Ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν. Ἄγε οὖν, ὦ θεέ, μὴ περιΐδῃς μηδ’ ἡμᾶς. Ἐπιθυμοῦμεν γάρ, εἰ μή τι ἀδικοῦμεν, οἱ μὲν κλέους ἐσθλοῦ, οἱ δὲ στεφάνων ἱερῶν, οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἱ δὲ αὐτῆς ἀθανασίας. Τί ποτ’ οὖν ἦν τοῦτο, δι’ ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; Μὴ φθονήσῃς, ὦ φιλανθρωπότατε θεῶν, μηδ’ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. Τί πράττειν κελεύεις ἡμᾶς; Ἡ δηλαδὴ τὰ Ἀρχιλόχου, εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας; Λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσι· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. Καὶ οὐδὲν ἴσως θαυμαστόν. Διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχήν, εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως, καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. Οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φονεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου, οὐδὲ τῆς παρ’ ὑμῶν φωνῆς, ἄνδρα φωνάεντα ἀποκτείνας. Οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλή, οὐδ’ ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ, καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῇ· Μουσάων γὰρ ἀπέκτεινε θεράποντα. Οὔκουν ἔμοιγ’ ἐφάνης, ἐπαμύνων τῷ ποιητῇ, ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ, καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων· καίτοι ἀπορῶν, καὶ ἀκοῦσαι ἐπιθυμῶν, οὐχ ὅτι ἐστεφανοῦντο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ’ ὅτι αὐτὸς εἰς κλέος ὄρουσεν , ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. Ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα· καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήβευεν, ἐφ’ ὧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐραστής, ἀλλ’ ἤδη καὶ ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν. Εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπολει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην, καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα· εἰ δὲ καὶ δίχα τούτων ἐστί τις καὶ θεῶν ψῆφος, καὶ αὕτη πιστή, καὶ οὐχ ἥττων τῆς τῶν τυράννων οὐδὲ τῆς τῶν ὄχλοιν φέρε, φράσον ἡμῖν, ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἵνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαίνων. Οὐ γὰρ δὴ οὔκ εἰσι καὶ νῦν ἔτοιμοι κωμωδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε ὁ Θυέστης, οὔτε ὁ Οἰδίπους, οὔτε ὁ Φινεὺς ἐκεῖνος· οὐδ’ ἄν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς τῶν θεῶν· ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι, εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης, ἀνὴρ ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενόμενος θεοφιλής, ἀμελῆσαι ἂν τῶν κακῶν ἐκείνων, καὶ οὐκ ἐπὶ τὸ κρείττονα φρονεῖν, ἀλλ’ ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι· καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὄγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν, ἵν’ ἐλθόντες καθέζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν ποιηπῶν , ἐν τῇ τοῦ Διὸς αὐλῇ. Ταῦτα γὰρ λέγει ὁ ἐν Δελφοῖς ποιητής. Φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· ἦ που γάρ τις οὐρανία ἦν, καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥφδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμε· Πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστι · Μίνωος δ’ ἀπὸ γῆς, οὔτε σχεδόν, οὔτ’ ἀπὸ τηλοῦ, ἐν τῇ σοι μοῖρ’ ἐστὶ τελευτῆσαι βιότοιο, εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων (μὴ) γνῶς (ἐπακούσας) ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον (ὕμνον). Δεινὸν γάρ, ὦ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορε τῆς μητρὸς εἰδείη ὄλβιος, μήτε ὅπου καταμύσας κείσεται. Ἐγὼ δὲ καὶ ὤμην ἴσον εἶναι, Ὅμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ, καὶ ἕνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων ἀγνοημάτων ἢ κανθάρῳ. Οἷον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσεν οὐδ’ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ’ ἐχθρῷ ἀνέμῳ περιέτυχε, καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην γῆν, καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν εἰς Δελφοὺς ἀνηρώτα, ἥτις ἄρα ποτὲ αὐτῷ ἦν ἡ πατρῴα κοπρία, καὶ ἥτις αὐτὸν γῆ δέξεται ἀποθανόντα. Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν.

---

Oenomaus of Gadara, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1548.tlg001.local001/.
