Ancient Greek
Fragment 12
Oenomaus of Gadara, Fragmenta 12.1
Not analysed yet
12. Ἐπεὶ δὲ οὐ μόνους ποιητὰς ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν, εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥήμασιν· Ὦ εἰδὼς ψάμμου τ’ ἀριθμόν, καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ ξυνιείς, καὶ μὴ λαλέοντος ἀκούων. Εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτιστικῆς οὐδὲν διαφέρει, ἵν’ ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους, ἢ μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως· Ὕστατος Ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκ ἔτι θνητὸν ἐόντα. Διὰ τί γάρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητά, ὥς σε καλεῖ Πλάτων ,ἐθέωσας τὸν ἄνδρα τοῦτον; Ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξε τὴν πλευρὰν αὐτοῦ, καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος; Ἄπολλον, ἀξιοθέου ἔργου· ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ’ ὑπ’ ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισί, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; Ἆρ’, ὦ θεοποιέ, διὰ ταῦθ’ ὑμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν; Ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας, ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον, καὶ τὸ πῶμα ἐπαγόμενος, ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι; Ὦ Κλεόμηδες, ἆρα ἥρως οὐκ ἔτι θνητός; οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες. ᾜσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας, καὶ ἀνηρείψαντό σε· ὥσπερ οἱ τοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ, καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ. Εἴθε οὖν, ὦ μάντι, ὡς ἔφην, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην, ἀντ’ αὐτῶν ἐξέμαθες, ὁπόσου ἄξιόν ἐστιν ἡ πυκτική, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες, καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ’ ἀποθανόντι ὀνάγρῳ μᾶλλον, ἢ ἐπὶ τῷ σῷ πύκτῃ, Ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης, ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκ ἔτι θνητὸν ἐόντα. Μὴ γὰρ δὴ θαυμάσῃς, εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος· καὶ ἀκούσας μὴ ἀνασχέσθαι ἀλλ’ ἀπειλῆσαι καὶ αὐτὸν τὸν Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν, καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρςν, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ θεοί, καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. Πιστεύομεν δὲ καὶ περὶ τούτου ουκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. Ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα, ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει· ἵν’ ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. Οὕτω καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέ τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι ἐχθρῷ, κατά τινα, ὡς ἔοικε, δαιμονίαν μέριμναν. Ἀλλ’ οἱ ἄφρονες Θάσιοι, καὶ θείων ἄπειροι πραγμάτων, ἠγανάκτησαν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι, καὶ δίκην εἰσεπράξαντο, καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. Οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ’ οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ’ αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξε μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τι φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας, οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι λέγων, Εἰς πάτρην φυγάδας κατάγων Δήμητραν ἀμήσεις. Ἀλλ’ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. Τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων, ὅσονπερ ἀνδριάντων. Ἀμέλει οὐδὲν ἂν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. Καὶ ἦν οὕτως. Ἅμα γὰρ ἀνεστάθη, καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι λοιπόν. Πῶς οὖν οὐ τεκμήρια ταῦτά εἰσιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; Καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν ἔχον οὕτως· Ἐν τιμῇ τὸν ἄτιμον ἔχων, τότε γαῖαν ἆρώσις. Οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον, ἤ σε αὐτοῖς τούτου πρόξενον γενέσθαι. Ἀλλ’ Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτήν, αἰτιασάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἱ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γιγνομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· καὶ ὑπὸ τοῦ λιμοῦ διώλοντο ἄν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια, λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους, οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἧττον, ἢ οὓς οἱ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι’ ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν· οὐχ ἧττον ἴσως ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως, ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι, ἑνὸς ἢ δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα. Ὡς δὴ ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάντεως γενέσθαι, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν’ ἦν ὥσπερ χρηστήριον Δελφικόν, οὕτω καὶ γυμναστήριον. Καὶ γὰρ οὐδ’ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον.