# Fragmenta 13

Oenomaus of Gadara, Fragmenta, Fragment 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oenomaus-of-gadara/fragmenta/13

13. Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἱ περὶ ὧν ὁ λόγος. Ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, Κύψελος Αἰακίδης , βασιλεὺς κλεινοῖο Κορίνθου. Οὐκοῦν καὶ οἱ τύραννοι, οὐ μόνον οἱ τῶν τυράννων ἐπίβουλοι, Κύψελος, ὅς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει, καὶ Μελάνιππος, ὁ πολλὰ ἀγαθὰ τῇ Γελώων πόλει τεύξας. Πῶς δ’ εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φάλαρις ὄλβιος, ὁμότροπος ὢν Κυψέλῷ; Ὥστ’ ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν, Εὐδαίμων Φάλαρις, καὶ Μελάνιππος ἔφυ, θείας ἁγητῆρες ἐν ἀνθρώποις διχονοίας. κουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Φαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπιβουλεύοντας ᾐκίσατο μέν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκε· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλάριδι, ἀνθ’ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη. Ἀλλ’ εὖγε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή. Ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω· Ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται, φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον. Θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον φαλληνοῖς Διονύσοιο καρήνοις, ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις· οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς Διονύσοις , καὶ ἄλλοις παμπόλλοις Ἡσιοδείοις θεοῖς. Τρὶς γὰρ ὡς ἀληθῶς μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ οὐκ ἀθάνατοι, ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων, οὐκ ἂν τοσοῦτος ἤρθη λῆρος, ὥστε καὶ ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακόν, ἐπιδιαβὰν καὶ εἰς τὸν Ὄλυμπον, ὅθι, φασί, θεῶν ἕδος ἀσφαλἐς αἰεί. Καίτοι εἰ ἀσφαλἐς ἦν, οὐκ ἂν ἦν ἐπιβατὸν λήρῳ, οὐδ’ ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθε παρανοίας, ὥστε ἐλάῖνον κορμὸν θεῶσαι· ὃν οἱ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυσαν, καὶ δίς, εἰ βούλει, καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρωποι, καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες, οὐδ’ εἰς τὴν γῆν ἔξω ἐκβαλόντες αὐτόν· ἐπεὶ οὐκ ἄν, μὰ τὸν Διόνυσον, ἔτι αὐτοῖς ἐνεπλάκη τοῖς λίνοις. Ἀλλ’ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κομὸς (Ἄπολλον, ξένου κατασκευάσματος·) τί ποτ’ οὖν ἔπραττεν ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. Τί γὰρ ἄλλο, ἢ ἐκάθητο, νὴ Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι, οὐ γὰρ φήσω ὅτι καὶ θεοί, ἐγκυρήσαντες αὐτῷ, οὐ διοπετές, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται, κἄπειτα εἰς ἄστυ ἀπαγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύχην, κακὴν οὖσαν ὡς ἀληθῶς, οὐ τύχην, ἀλλὰ τυφεδόνα; Ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ’ αὐτὴν ἐπέῤῥωσέν τε καὶ προσεπέτεινε θεοπληξίας, ὡς ἔν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπος ἐπιθήκη. Τοσαῦτα καὶ ὁ Οἰνόμαος.

---

Oenomaus of Gadara, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1548.tlg001.local001/.
