# Fragmenta 4

Oenomaus of Gadara, Fragmenta, Fragment 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oenomaus-of-gadara/fragmenta/4

4. Τοιαῦτα τῆς Οἰνομάου παῤῥησίας τὰ τῆς τῶν Γοήτων φώρας, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας. Οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δ’ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα· ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι. Καὶ πρώτου γε δι’ οὗ φησιν ὁ αὐτὸς ἑαυτὸν ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε· Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν, καὶ μὴ σεμνύνεσθαι ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινὴν παραπληξίαν, καὶ τὴν ἐμπορίαν εἰπεῖν, ἣν καὶ αὐτοὶ περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὦ Κλάριε, παρὰ σοῦ· Ἔστιν ἐν Τρηχῖνος αἴῃ κῆπος Ἡρακλήΐος πάντ’ ἔχων θάλλοντα, πᾶσι δρεπόμενος πανημαδόν, οὐδ’ ὀλιζοῦται, βέβριθε δ’ ὕδασιν διηνεκές. Εἶτ’ ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρακλέους ἐφυσήθην, καὶ τοῦ Ἡρακληΐου κήπου θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ τὴν Τρηχῖνα, καὶ ῥηϊδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα κῆπον. Εἶτά μοι ἐπερομένῳ, εἴ μοι συναίρονται οἱ θεοί, εἷς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεούς, ἦ μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ τοῦτο Καλλιστράτῳ δεδομένον Ποντικῷ τινι ἐμπόρῳ. Ἐγὼ οὖν ὡς ἤκουσα, πῶς, οἴει, ἠγανάκτησα, ὡς δὴ τῆς ἀρετῆς ὑπ’ αὐτοῦ ἀποστερούμενος; Ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἴ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ἡρακλέους· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ πονεῖν, καὶ κέρδους ἐφίεσθαι, καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾶν. Ὡς δ’ ἐφαίνετο ὁ ἔμπορος ἐξισούμενος, οὐκέτι τὸν χρησμὸν ἐδεχόμην, οὐδὲ τὸν Ἡρακλέα, ἀλλ’ ἀπηξίουν τῶν αὐτῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν ἀποβλέπων, καὶ τὰς ἐν ἐλπίδι φάτνας. Ἀλλ’ οὐδ’ ὁ λῃστὴς ἄμοιρος ἐφαίνετο τοῦ χρησμοῦ, οὐδ’ ὁ στρατιωτης, οὐδ’ ἐρῶν ἀνήρ, οὐδ’ ἐρῶσα γυνή, οὐδὲ κόλαξ, οὐδὲ ῥήτωρ, οὐδὲ συκοφάντης. Ἑκάστῳ γὰρ ὡς ἐπιθυμεῖ, ἡγεῖσθαι μὲν τὸν πόνον, προσδοκᾶσθαι δὲ τὴν εὐφροσύνην.

---

Oenomaus of Gadara, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1548.tlg001.local001/.
