# Fragmenta 5

Oenomaus of Gadara, Fragmenta, Fragment 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oenomaus-of-gadara/fragmenta/5

5. Ταῦτα ἐκθέμενος εὐθὺς ἐπισυνάπτει, ὡς καὶ δεύτερον ἐρωτήσας καὶ τρίτον οὐδὲν εἰδότας ἔγνω τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτοντας. Λέγει δ’ οὖν· Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σοῦ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδείκτην, Ἔν τε τοῖσιν εὐπελέεσσιν ἠδ’ Ἀχαιοῖσιν χρέος θήσεται, τὸ δ’ ἐκτεκμαρθὲν οὐδὲ μικρὸν ἔσσεται . Τί φής; Εἰ δ’ ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν γενέσθαι, καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι ἤρκει ἀκοῦσαι « Ἔν τε τοῖσιν εὐπελέεσσιν», ἀλλ’ οὐκ ἂν μαίνεσθαι εἶπον τὸν λέγοντα; Ἀλλὰ τοῦτο μὲν ἴσως οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος ἄμεινον πορεύεσθαι, οὐκέθ’ οὕτως ἀφανὲς τῷ θεῷ, Ἐκ τανυστρόφοιο λᾶας σφενδόνης ἱείς ἀνήρ, χῆνας ἐναρίζων βολαῖσν, ἀσπέτους, ποιηβόρους. Τοοὺς δὲ ἀσπέτους, ποιηβόρους χῆνας, τίς μοι μηνύσει ὅ τι ποτὶ λέγουσι; τίς δὲ τὴν τανύστροφον σφενδόνην; ὁ Ἀμφίλοχος, ἢ ὁ Δωδωναῖος, ἢ σοὺ ἐν Δελροῖς, εἰ γενοίμην; Οὐκ ἀπάγξῃ που ἀπελθὼν τῇ τανυστρόφῳ σφενδόνη μετὰ τοῦ ἀδιανοήτου ποιήματος; Ἀλλὰ γὰρ τούτων ἅδε ἐληλεγμένων, ὥρα συνιδεῖν αὖθις ἄνωθεν, ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει, τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους. Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ Ἀθηναίων, οὐδ’ ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπίς, ἢ μόνος ὁ θεός. Οἳ δὴ τοῦτον ὅστις ἦν οὐκ εἰδότες, τὸν πάτριον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφοῖς Ἀπόλλων οὗτος ἦν. Τι οὖν ὁ θαυμαστὸς οὗτος; ἆρά γε τῶν οἰκείων ὑπερεμάχει; ἄρα λοιβῆς καὶ κνίσης ἐμέμνητο, καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; Οὐ μὲν οὖν. Ἀλλὰ τί φησιν; Φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμένους· οὕτω τὸ ναυτικὸν δηλῶν· δι’ οὗ μόνου φησὶν αὐτοὺς σωθήσεσθαι τῆς πόλεως ἐμπρησθείσης. Ὦ μεγάλης θεοῦ βοηθείας. Εἶτα πολιορκίαν οὐ μόνον τῶν ἄλλων κατὰ τὴν πόλιν οἰκοδομημάτων, ἀλλὰ καὶ αὐτῶν τῶν τοῖς θεοῖς ἀφιερωμένων προλέγειν δῆθεν προσποιεῖται. Τοῦτο δὲ καὶ δίχα χρησμοῦ τοῖς πᾶσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου προσδοκᾶν ἦν.

---

Oenomaus of Gadara, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1548.tlg001.local001/.
