# Fragmenta 8

Oenomaus of Gadara, Fragmenta, Fragment 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oenomaus-of-gadara/fragmenta/8

8. Ἀλλὰ ταῦτα μὲν ταύτῃ. Οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησε πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν αἰτοῦσιν. Ἔπαθον δὲ καὶ οἱ Κνίδιοι τούτῳ προσεοικὸς Ἁρπάγου ἐπ’ αὐτοὺς στρατεύσαντος. Τὸν γὰρ Ἰσθμὸν τὸν αὐτόθι διακόπτειν ἐπιχειροῦντες καὶ τὴν πόλιν νησοποιεῖν, τὰ μὲν πρῶτα τοῦ ἔργου εἴχοντο· ἐπεὶ δὲ αὐτοῖς ἀπήντα ἡ ἐργασία, ἀπαγορεύοντες ἤδη ἐχρῶντο. Σὺ δὲ αὐτοῖς εἶπας, Ἰσθμὸν δὲ μὴ πυργοῦτε, μηδ’ ὀρύσσετε· Ζεὺς γάρ κ’ ἔθηκε νῆσον, αἰκ’ ἐβούλετο. Καὶ οἱ βλάκες ἐπείσθησαν, καὶ ἀποτραπόμενοι παρέδωκαν ἑαυτοὺς τῷ Ἁρπάγῳ. Τὸ δὲ ῥᾳδιούργημα. Ἐπεὶ γὰρ οὐκ ἦν βέβαιος ἀποφυγὴ· ὀρύξασι, τούτου μὲν ἔπαυσας· ὡς δὲ μὴ κελεύων ἔργου ἔχεσθαι, ἐπαγγέλλῃ τὴν ἀποφυγήν. Τοῦτο δὲ οὐ τὸ λώϊον εἶναι μὴ ὀρύξασι προσετίθεις, ἀλλ’ ὅτι οὐ δοκεῖ τῷ Διὶ αὐτὴν νῆσον εἶναι. Ἐν μὲν οὖν τῇ ἀποτροπῇ ἀμφότερα ἰσόῤῥοπα, ἐν δὲ τῇ προτροπῇ τὸ διαφεύξεσθαι προεῖχεν· ὅθεν δὴ ἀσφαλὲς ἦν τῷ σοφιστῇ τὸ ἀνατρέπειν. Οὕτως τε οὐδὲν εἰπὼν ὧν ἕνκα ἦσαν ἀφιγμένοι, ἀπέπεμψας οἰομένους ἀκηκοέναι τι.

---

Oenomaus of Gadara, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1548.tlg001.local001/.
