# Fragmenta 9

Oenomaus of Gadara, Fragmenta, Fragment 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/oenomaus-of-gadara/fragmenta/9

9. Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων καὶ τῶν χρωμένων ἀπελέγχειν αὐτάρκως, καὶ ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεόν ἐστιν εὑρεῖν ἐν τοῖς δηλουμένοις. Τὸ δὲ κακότροπον τοῦ ἤθους εἴτε τῶν πονηρῶν δαιμόνων εἴτε τῶν τὰ μαντεῖα καθυποκρινομένων ἀνδρῶν ἴδοις ἄν, εἰ μάθοις ὡς καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμένους αὐτοῖς ἠρέθιζον, εἰρήνης καὶ φιλίας δέον αὐτοὺς εἶναι βραβευτάς. Τοτὲ μὲν οὖν Λακεδ αιμονίους ὡς ἂν οἰκείους καὶ φίλους ὁ ἐν Δελφοῖς πάλιν κατὰ Μεσσηνίων παροξύνει, τοτὲ δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων χρᾷ, εἰ πάλιν οὗτοι δι’ ἀνθρωποθυσίας ἱλάσοιντο τοὺς δαίμονας. Ἄκουε δὲ καὶ τὰ περὶ τούτων. Ἐπικρινεῖ δὲ τὰ τοιαῦτα ἡ σοφία παροῦσα τῇ μαντικῇ, καὶ οὐκ ἐπιτρέψει αὐτῇ ὡς ἔτυχε διαλέγεσθαι, ἅτε δὴ τῶν πάντων ἀναψαμένη τὰ πείσματα, καὶ ἐπιθεμένη τὰ πρεσβεῖα· οὐδ’ ἐφήσει ματαίῳ ὄντι τῷ Πυθίῳ χρᾶν οὔτε τούτοις, οὔτε Λακεδαιμονίοις περὶ Μεσσηνίων καὶ τῆς γῆς, ἧς εἶχον Μεσσήνιοι ἀπάτῃ νικήσαντες Λακεδαιμονίους , Οὔ σε μάχης μόνον ἔργ’ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν, ἀλλ’ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός· ταῖς δ’ αὐταῖς τέχναις τις ἁλώσεται, αἷσπερ ὑπῆρξεν. Εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας καὶ αὐταρκείας. Οἱ δέ που τοῖς Λυκούργου νόμοις κατακοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς ἐρησόμενοι, ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι, ἐν νόμοις καρτερικοῖς τεθράφθαι δοκοῦντες. Εἰ δέ γε οἱ ἐν καρτερικοῖς ἦσαν νόμοις οὕτω τεθραμμένοι, ἐκαρτέρουν ἂν ἐπὶ τοῖς ὀλίγοις, καὶ οὐδὲν ἂν μάχης αὐτοῖς ἔδει, οὐδὲ ὅπλων καὶ τῆς λοιπῆς ἀποπληξίας. Ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων· πάλιν δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων ταῦτα· σὺ γὰρ καὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων, οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρησμῳδεῖς . Παρθένον Αἰπυτίδα κλῆρος καλεῖ, ἥντινα δοίης δαίμοσι νερτερίοις, καί κεν σώσειας Ἰθώμην. Τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν καθαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσσηνίοις εἶναι. Τοιοῦτος γὰρ εἶ, οἷος ταράττειν.

---

Oenomaus of Gadara, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1548.tlg001.local001/.
