Ancient Greek · ~2 min
1.11 to 1.12
Onasander, Στρατηγικός 1.11-12
Not analysed yet
ὅ γε μὴν εὐδοκιμῶν οὐ μικρὰ τοὺς ἑλομένους ὤνησεν· ὅντινα γὰρ ἄνθρωποι φιλοῦσιν αὐτομάτῃ διανοίας ἐμπτώσει, τούτῳ ταχὺ μὲν ἐπιτάττοντι πείθονται, λέγοντι δʼ οὐκ ἀπιστοῦσι, κινδυνεύοντι δὲ συναγωνίζονται. πατέρα δὲ προὔκρινα μᾶλλον, οὐδὲ τὸν ἄπαιδα παραιτούμενος, ἂν ἀγαθὸς ᾖ· ἐάν τε γὰρ ὄντες τύχωσι νήπιοι, ψυχῆς εἰσιν ἰσχυρὰ φίλτρα περὶ τὴν εὔνοιαν ἐξομηρεύσασθαι δυνάμενα στρατηγὸν πρὸς πατρίδα, δεινοὶ καὶ ὀξεῖς μύωπες πατρός, οἷοί τε ἀναστῆσαι θυμὸν ἐπὶ πολεμίους, ἄν τε τέλειοι, σύμβουλοι καὶ συστράτηγοι καὶ πιστοὶ τῶν ἀπορρήτων ὑπηρέται γιγνόμενοι συγκατορθοῦσι τὰ κοινὰ πράγματα.