Ancient Greek · ~2 min
Chapter 1
Onasander, Στρατηγικός 1.22
Not analysed yet
καὶ γὰρ ἀπερίοπτον, τί τοῖς ἔμπροσθεν ἐπράχθη καλόν, ἐξετάζειν, οὐ τί ποιήσουσιν οἱ νῦν αἱρεθέντες· ὥσπερ τῶν πάλαι γεγονότων σώζειν ἡμᾶς δυναμένων καὶ τὰ νῦν, καὶ τὰ πρόσθεν τηρησόντων ἐκείνων. ἔτι δὲ πῶς οὐκ ἀπαίδευτον τοὺς μὲν στρατιώτας τοῖς ἀριστείοις τιμᾶν, οὐ τοὺς ἐκ πατέρων λαμπρῶν, ἀλλὰ τοὺς αὐτούς τι γενναῖον ἐργασαμένους, τοὺς δὲ στρατηγοὺς διὰ τοὺς προγόνους αἱρεῖσθαι, κἂν ὦσιν ἄχρηστοι, μὴ διὰ τὴν σφῶν αὐτῶν ἀρετήν, κἂν μὴ γένει λαμπρύνωνται;