Ancient Greek · ~2 min
Chapter 10
Onasander, Στρατηγικός 10.14
Not analysed yet
Ἐὰν δʼ ἐπὶ τῶν αὐτῶν μένων εἰς ὄψιν ἔρχηταί ποτε τῷ τῶν πολεμίων στρατηγῷ, κοινολογησόμενος, ὡς αὐτὸς εἰπεῖν ἢ ἀκοῦσαί τι βουλόμενος, ἐκλεξάμενος τοὺς κρατίστους καὶ ἀξιοπρεπεστάτους τῶν νέων, εὐρώστους καλοὺς μεγάλους, ὅπλοις διαπρεπέσι κοσμήσας ἔχων περὶ αὑτὸν ἀπαντάτω· πολλάκις γὰρ τοιόνδε τὸ πᾶν ἀπὸ μέρους ὀφθέντος ἠλπίσθη, καὶ οὐκ ἐξ ὧν ἤκουσεν ὁ στρατηγὸς ἐπείσθη, τί δεῖ ποιεῖν, ἀλλʼ ἐξ ὧν εἶδεν ἐφοβήθη. ζ.