Ancient Greek · ~3 min
Chapter 10
Onasander, Στρατηγικός 10.16
Not analysed yet
Ὁράτω δὲ καὶ τὴν τῶν πολεμίων παρεμβολὴν ἐμπείρως· μήτε γάρ, ἐὰν ἐν ἐπιπέδῳ καὶ κατὰ κύκλον ἴδῃ κείμενον βραχὺν τὴν περίμετρον καὶ συνεσταλμένον χάρακα, δοκείτω τοὺς πολεμίους ὀλίγους εἶναι —πᾶς γὰρ κύκλος ἐλάττω τὴν τοῦ σχήματος ὄψιν ἔχει τῆς ἐξ ἀναλόγου στερεομετρουμένης θεωρίας, καὶ πλείους δύναται δέξασθαι τὸ ἐν αὐτῷ περιγραφόμενον εὖρος, ἢ ἰδὼν ἄν τις ὄψει τεκμήραιτο —,μήτε, ἂν αἱ πλευραὶ τοῦ χάρακος ἐπὶ μῆκος ἐκτείνωσι καὶ κατά τι μέρος στεναὶ τυγχάνωσιν ἢ σκολιαὶ καὶ πολυγώνιοι καὶ ὀξυγώνιοι, πολὺ πλῆθος ἐλπιζέτω· τῆς μὲν γὰρ στρατοπεδείας ἡ ὄψις μεγάλη φαίνεται, τοὺς δʼ ἐν αὐτῇ περιειλημμένους ἄνδρας οὐ πάντως πλείονας ἔχει τῶν ἐν κύκλῳ περιγραφομένων.