Ancient Greek · ~1 min
10.18 to 10.19
Onasander, Στρατηγικός 10.18-19
Not analysed yet
μήτʼ οὖν, ἐπειδὰν ἴδῃ βραχὺν καὶ συνεσταλμένον, καταφρονείτω συλλογιζόμενος καὶ τὸν τόπον καὶ τὸ σχῆμα, μήτ̓, ἂν καὶ παραμήκη, καταπληττέσθω. Ταῦτα μέντοι γιγνώσκων εὐκαίρῳ ποτὲ στρατηγίᾳ χρησάσθω. καὶ καταστρατοπεδεύσας ἐν ὀλίγῳ κατὰ τὸ προειρημένον σχῆμα, καί, εἰ δέοι, καὶ συνθλίψας τὸ στράτευμα μὴ προαγέτω μήτε δεικνύτω τοῖς ἀντεστρατοπεδευκόσι, καὶ δὴ προκαλουμένοις εἰς μάχην μὴ ἐξαγέτω· δοκείτω δὲ καὶ δεδιέναι.