Ancient Greek · ~3 min
10.27 to 10.28
Onasander, Στρατηγικός 10.27-28
Not analysed yet
ἐὰν δʼ ἐπὶ τοὐναντίον τὰ ἱερὰ γένηται, μένειν ἐπὶ τῶν αὐτῶν, κἂν σφόδρα τι ἐπείγῃ, πᾶν ὑπομένειν τὸ δύσχρηστον —οὐθὲν γὰρ δύναται παθεῖν χεῖρον, ὧν προμηνύει τὸ δαιμόνιον—, ὡς, ἄν γέ τι κρεῖττον ἔσεσθαι μέλλῃ τῶν παρόντων, ἀνάγκη καλλιερεῖν, θύεσθαι δὲ τῆς αὐτῆς ἡμέρας πολλάκις· ὥρα γὰρ μία καὶ ἀκαρὴς χρόνος ἢ φθάσαντας ἐλύπησεν ἢ ὑστερήσαντας. καί μοι δοκεῖ τὰς κατʼ οὐρανὸν ἀστέρων κινήσεις καὶ ἀνατολὰς καὶ δύσεις καὶ σχημάτων ἐγκλίσεις τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων ἡ θυτικὴ διὰ σπλάγχνων ἀλλοιομόρφῳ θεωρίᾳ προσημαίνειν, ὧν αἱ παρὰ μικρὸν διαφοραὶ καὶ δυνάμεις καὶ ἀποθειώσεις ἐν ἡμέρᾳ μιᾷ μᾶλλον δὲ ὥρᾳ καὶ βασιλεῖς ἐποίησαν καὶ αἰχμαλώτους.