Ancient Greek · ~3 min
Chapter 10
Onasander, Στρατηγικός 10.3
Not analysed yet
Καθάπερ γὰρ ἐπὶ τῶν μουσικῶν ὀργάνων οἱ μὲν ἀρχὴν ἔχοντες τοῦ μανθάνειν ἐπιτιθέντες τοὺς δακτύλους ἐπί τε τὰ τρήματα τῶν αὐλῶν καὶ διαστήματα τῶν χορδῶν πολλάκις ἄλλον ἔθεσαν ἐπʼ ἄλλην καὶ οὐ κατὰ τὴν ἁρμονικὴν διάστασιν, εἶτα μόλις ἐπεκτείναντες βραδὺ μὲν αἴρουσι τοὺς δακτύλους, βραδὺ δὲ τιθέασιν, οἱ δʼ ἐν μελέτῃ τῆς μουσικῆς ἀνεπιτηδεύτως ἤδη ἐρρυθμισμένῃ τῇ χειρὶ δἰ ὀξύτητος μεταφέρουσιν, ὅπῃ τε βούλονται παραθλίψαι τῆς ἀναπνοῆς καὶ ἀνοῖξαι καὶ παραψῆλαι χορδῆς· τοῦτον δήπου τὸν τρόπον οἱ μὲν ἀσυνήθεις καὶ ἀνάσκητοι τῆς τάξεως διὰ ταράχου πολλοῦ μόλις ἀλλήλων διαμαρτάνοντες ἐγκατατάσσονται πολὺν ἀναλίσκοντες χρόνον, οἱ δὲ συγκεκροτημένοι διὰ τάχους, ὡς εἰπεῖν αὐτόματοι, φέρονται πρὸς τὴν τάξιν ἐναρμόνιόν τινα καὶ καλὴν ἐκπληροῦντες ὄψιν.