Ancient Greek · ~2 min
Chapter 14
Onasander, Στρατηγικός 14.1
Not analysed yet
α. Καθάπερ γε μὴν ἐν καιρῷ στρατεύματος ἀναθάρσησις ὤνησεν, οὕτως καὶ φόβος ὠφέλησεν. ὅτʼ ἂν γὰρ ῥᾳθυμῇ στρατόπεδον καὶ ἀπειθέστερον ᾖ τοῖς ἡγουμένοις, τὸν ἀπὸ τῶν πολεμίων ὑποσημαίνειν δεῖ κίνδυνον, οὐχ ἥκιστα φοβεροποιοῦντα τὴν ἐκείνων ἐφεδρείαν· οὐ γὰρ δειλοὺς ἔσται ποιεῖν οὕτως, ἀλλὰ ἀσφαλεῖς· ἐν μὲν γὰρ ταῖς δυσθυμίαις θαρρεῖν ἀναγκαῖον, ἐν δὲ ταῖς ῥᾳθυμίαις φοβεῖσθαι· τοὺς μὲν γὰρ δειλοὺς ἀνδρείους ποιεῖ, τοὺς δὲ θρασεῖς προμηθεῖς.