Ancient Greek · ~1 min
Chapter 22
Onasander, Στρατηγικός 22.1
Not analysed yet
Ἐχέτω δέ που καὶ στρατιώτας λογάδας ἰδίᾳ τεταγμένους ἀπὸ τῆς φάλαγγος ὥσπερ ἐφέδρους τοῦ πολέμου πρὸς τὰ καταπονούμενα μέρη τῆς δυνάμεως, ἵνʼ ἐξ ἑτοίμου τοὺς ἐπικουρήσοντας ἐπάγῃ· καὶ ἄλλως οὐκ ὀλίγον ὤνησαν ἀκμῆτες ἐπελθόντες ἤδη κεκοπιακόσι· τούς τε γὰρ τεταλαιπωρηκότας ἤδη τῶν φίλων ἀνέλαβον καὶ τοῖς πολεμίοις ἐκλελυμένοις ἀκμάζοντες ἐπέθεντο.