Ancient Greek · ~2 min
Chapter 32
Onasander, Στρατηγικός 32.6
Not analysed yet
ὑποδεικνύτω μέντοι μὴ μόνον ἐν τοῖς τοιούτοις χωρίοις, ὅπου κατʼ ἀλήθειαν οὐκ ἔστι σωτηρία τοῖς φεύγουσιν, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ καὶ πάσῃ μάχῃ διδασκέτω διὰ πλειόνων, ὅτι τοῖς μὲν φεύγουσι πρόδηλος ὁ ὄλεθρος, ὡς ἂν ἤδη μετ’ ἐξουσίας ἐπικειμένων τῶν πολεμίων μηδενὸς ἔτι δυναμένου διακωλύειν τοὺς διώκοντας πᾶν ὃ βούλονται διαθεῖναι τοὺς φεύγοντας, τοῖς δὲ μένουσιν ἄδηλος ὁ θάνατος ἀμυνομένοις.