Ancient Greek · ~3 min
33.2 to 33.4
Onasander, Στρατηγικός 33.2-4
Not analysed yet
ὅνπερ δʼ ἂν τρόπον, εἰ κυβερνήτης ἀφειμένος τῶν οἰάκων, ἃ δεῖ τοὺς ναύτας ποιεῖν, αὐτὸς πράττοι, κινδυνεύειν ἂν συμβαίη τὸ σκάφος, τοῦτον, εἰ στρατηγὸς ἀποστὰς τοῦ γνώμῃ τι βουλεύειν ἐπὶ τὰς τῶν στρατιωτῶν καταβαίνοι χρείας, ἡ τῶν ὅλων ἀκυβέρνητος ἀμέλεια τὴν ἀναγκαιοτέραν ἄπρακτον ποιήσει βοήθειαν. ὅμοιον δὴ κρίνω τὸν στρατηγὸν ἐμπαραβαλέσθαι τῇ ἑαυτοῦ ψυχῇ τῷ τῆς συμπάσης, εἰ πείσεταί τι, δυνάμεως ἀκηδεῖν· εἰ γάρ, ἐν ᾧ τοῦ σύμπαντος ἡ σωτηρία στρατεύματός ἐστιν, οὗτος οὐδὲν εἰ τεθνήξεται πεφρόντικε, τὸ πᾶν αἱρεῖται συνδιαφθεῖραι, καὶ ὀρθῶς δʼ ἄν τις αἰτιάσαιτο τοῦτον ὡς ἄπρακτον στρατηγὸν μᾶλλον ἢ ἀνδρεῖον. ὁ μὲν γὰρ πολλὰ γνώμῃ στρατηγήσας ἀρκεσθήσεται σεμνυνόμενος ἐπὶ ταῖς ἀπὸ ψυχῆς εὐπραγίαις, ὅστις δʼ οὕτως ἀπειρόκαλός ἐστιν, ὥστʼ ἄν, εἰ μὴ διὰ μάχης εἰς χεῖρας ἔλθοι τοῖς πολεμίοις, οὐδὲν αὐτὸν ἄξιον εἰργάσθαι νομίζειν, οὐκ ἀνδρεῖος, ἀλλὰ ἄλογος καὶ τολμηρός ἐστιν.