Ancient Greek · ~3 min
37.1 to 37.4
Onasander, Στρατηγικός 37.1-4
Not analysed yet
Ἀνοχὰς δὲ ποιησάμενος μηδʼ ἐπιτιθέσθω μηδ’ αὐτὸς ἀφύλακτος ἔστω· ἀλλὰ τὸ μὲν ἥσυχον ἐχέτω πρὸς τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ, τὸ δ’ ἀσφαλὲς εἰς τὸ μὴ παθεῖν, ὡς ἐν πολέμῳ. δεῖ γὰρ οὐκ ἀσύνθηκον ἐν σπονδαῖς εἶναι οὔτʼ αὐτόν τι φθάνειν ἀσεβὲς δρῶντα, ἀλλʼ ὕποπτον, ὡς φυλάττεσθαι τὸ ἀπὸ τῶν πολεμίων ὕπουλον· ἄδηλοι γὰρ αἱ τῶν σπεισαμένων γνῶμαι. καὶ παρὰ σοὶ μὲν ἔστω τὸ βέβαιον τοῦ μὴ ἀδικῆσαι διὰ τὸ εὐσεβές, παρὰ δὲ τοῖς πολεμίοις ὑπονοείσθω τὸ μὴ πιστὸν διὰ τὸ ἀπεχθές· ἀσφαλὴς γὰρ οὗτος καὶ προμηθής, ὃς οὐδὲ βουληθεῖσι τοῖς πολεμίοις ἐπιθέσθαι τὸν τοῦ δύνασθαι παρασπονδῆσαι καιρὸν ἀπολείπει. οἵτινες δʼ ἐπὶ τοῖς θεοῖς ποιοῦνται τὴν ὑπὲρ ὧν ἂν πάθωσιν ἐκδικίαν, εὐσεβὲς μὲν φρονοῦσιν, οὐ μὴν ἀσφαλῆ ποιοῦσιν.