Ancient Greek · ~4 min
42.13 to 42.16
Onasander, Στρατηγικός 42.13-16
Not analysed yet
ὅθεν δὴ πᾶσα ἀνάγκη τρυχομένους αὐτοὺς καὶ μηδὲ μίαν ὥραν ἀνάπαυλαν ἴσχοντας, ἀλλὰ καὶ ἀγρυπνίαις καὶ πόνοις κάμνοντας, εἶτα καὶ πρὸς τὰ μέλλοντα τεταλαιπωρηκότας ἀσθενέστερον τοῖς σφετέροις προσαμύνειν ἢ τοὺς δεησομένους καὶ παραδώσοντας τὴν πόλιν ἐκπέμπειν. ε. Αὐτὸς οὖν ὁ στρατηγός, ἴσως φήσει τις, ἐξ ἀδάμαντος ἢ σιδήρου κεχάλκευται μόνος ἄγρυπνος ἑστὼς ἐπὶ τοῖς αὐτοῖς ἔργοις; οὐ δῆτα· ἀλλὰ παρʼ ὃν ἀναπαύεται χρόνον —οὗτος δ’ ὀλίγος ἔστω καὶ σύντομος —,ἕνα τῶν ἐν δόξῃ πιστοτάτων καὶ ἀνδρειοτάτων ἡγεμόνα τῶν καὶ τὰ δεύτερα τῆς στρατηγικῆς ἀρχῆς ἐχόντων ἐπιστησάτω τοῖς ἔργοις. ς. Ἐνίοτε δὲ τὰ δοκοῦντα μέρη πόλεως εἶναι κρημνώδη καὶ πέτραις ἀποτόμοις ὠχυρωμένα τῶν διὰ χειρὸς ἀνεστηκότων τειχῶν ἔδωκε τοῖς πολιορκοῦσιν ἀφορμὰς μείζονας εἰς τὸ νικᾶν· εἴωθεν γάρ πως ὡς τὰ πολλὰ τὰ τοιαῦτα τῶν πόλεων, ὅσα φύσει πιστεύεται τὸ ἐρυμνόν, ἀφυλακτεῖσθαι καὶ ἥκιστα φροντίδι παραγρυπνεῖσθαι στρατιωτῶν. ἔνθα στρατηγὸς ἀγαθὸς ἐνόησεν ὃ δεῖ ποιῆσαι, καί τινας τῶν εὐτολμοτάτων παρακαλέσας ἐπαγγελίαις καὶ τιμαῖς ὀλίγους, οἷς ῥᾷον ἀναβαίνειν εἴτε δἰ αὐτῆς τῆς δυσχωρίας, εἴτε διὰ κλιμάκων, ἐκράτησε τῆς πράξεως· ὑποκαταβάντες γὰρ ἐντὸς τείχους ἢ πυλίδα διέκοψαν ἢ πύλην ἀνέῳξαν. ζ.