Ancient Greek · ~3 min
42.24 to 42.26
Onasander, Στρατηγικός 42.24-26
Not analysed yet
Εἰ δέ τῳ πάντα κατὰ δαίμονα καὶ νοῦν χωρήσειεν, ὥστε τοῖς ὅλοις ἐπιθεῖναι τοῦ πολέμου πράγμασι τέλος, ἔστω μὴ βαρὺς ἐπὶ ταῖς εὐπραγίαις, ἀλλʼ εὔφορτος, μηδὲ τύφον ἀπηνῆ περιφέρων, ἀλλʼ εὐμένειαν προσφιλῆ ἔχων· ὁ μὲν γὰρ φθόνον ἐγέννησε, αὕτη δὲ ζῆλον ἐπεσπάσατο. φθόνος μὲν οὖν ἐστιν ὀδύνη τῶν πρὸς τοὺς πέλας ἀγαθῶν, ζῆλος δὲ μίμησις τῶν παρʼ ἄλλοις καλῶν, τοσοῦτόν τε διενήνοχεν ἀλλήλων, ὥστε τὸ μὲν φθονεῖν εὐχὴν εἶναι τοῦ καὶ παρʼ ἄλλῳ τι καλὸν μὴ εἶναι, τὸ δὲ ζηλοῦν ἐπιθυμίαν τῆς τῶν ἴσων κτήσεως. ἀνὴρ οὖν ἀγαθὸς οὐ μόνον πατρίδος τε καὶ στρατιωτικοῦ πλήθους ἄριστος ἡγεμών, ἀλλὰ καὶ τῆς περὶ αὐτὸν εἰς αἰεὶ εὐδοξίας ἀκινδύνου οὐκ ἀνόητος στρατηγός.