Ancient Greek · ~4 min
42.8 to 42.11
Onasander, Στρατηγικός 42.8-11
Not analysed yet
εἶτα, ὅταν τῷ πρώτῳ καταπειράσῃ τινὰ χρόνον, τούτους μὲν ἀνακαλεσάμενος ἀποπεμπέτω κοιμησομένους, σημαινέτω δὲ τῷ δευτέρῳ προϊέναι τοῦ χάρακος, ὁ δὲ τρίτος ταγματάρχης ἀναστήσας ἐν τούτῳ καθοπλιζέτω τὸ ὑφʼ ἑαυτὸν τάγμα· καὶ μετὰ τοὺς δευτέρους τὴν ἴσην ὥραν τοῖς πρώτοις ἀγωνίζεσθαι ἄξει τὸ τρίτον, κοιμάσθω δὲ τὸ δεύτερον τάγμα, μετὰ τοῦτο δʼ αὖ τὸ τέταρτον, εἶθʼ ἑξῆς τὸ πέμπτον, ἐν μέρει τῶν στρατιωτῶν ἀναπαυομένων. ὁμοίως δʼ ἐπισυναπτούσης τῆς ἡμέρας οἱ πρῶτοι τῇ νυκτὶ προσβαλόντες ἕωθεν πάλιν πρῶτοι προσαγόντων· εἶθ̓ ὥρας, εἰ μὲν ἓξ εἴη τάγματα, δύο κινδυνεύσαντες, εἰ δὲ πέντε, δυσὶν ἔτι μικρὸν ἐπιθέντες, εἰ δὲ τέτταρα, τρεῖς, εἰ δὲ τρία, τέτταρας, ἀπιόντες ἀριστοποιείσθων, ἑξῆς δʼ οἱ μετʼ αὐτοὺς καὶ πάλιν οἱ μετὰ τούτους ἄχρι τῶν τελευταίων, ὥστε κύκλον τινὰ περιάγεσθαι. τούτου γὰρ συμβαίνοντος ἀμφότερα ἂν γίγνοιτο· καὶ αἱ προσβολαὶ καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἀδιάλειπτοι προσαχθήσονται, καὶ οἱ προσβάλλοντες ἀκμῆτες καὶ νεαροὶ τὰς ἀναπαύσεις ἐν μέρει ποιούμενοι μαχοῦνται.