Ancient Greek · ~2 min
Chapter 8
Onasander, Στρατηγικός 8.2
Not analysed yet
ὅποι δʼ ἂν μέλλῃ πολυχρόνιον τίθεσθαι τὴν παρεμβολὴν οὐκ ἀντεπιόντων τῶν πολεμίων, ἐπὶ τῷ φθείρειν τὴν χώραν ποιούμενος τὴν μονὴν ἢ καὶ καιροῖς ἐφεδρεύων βελτίοσιν, ἐκλεγέσθω χωρία μὴ ἑλώδη μηδὲ νοτερά· τὰ γὰρ τοιαῦτα ταῖς ἀναφοραῖς καὶ ταῖς ἀπὸ τῶν τόπων δυσωδίαις νόσους καὶ λοιμοὺς ἐμβάλλει στρατεύμασι, καὶ πολλῶν μὲν ἐκάκωσε τὰς εὐεξίας, πολλοὺς δὲ ἀπώλεσεν, ὥστε μὴ μόνον ὀλίγον, ἀλλὰ καὶ ἀσθενὲς ἀπολείπεσθαι στράτευμα.